[ ]
Phokis — Delphi — 119 AD
1 | θεός. τύχᾳ [ἀγαθ]ᾷ. |
[Γ]αῖον Ἰούλιον Εὐδ[ίμο]να, Ταρσέα καὶ Ἀθ[η]- | |
ναῖον, χοραύλην, Δελ[φοὶ] Δελφὸν ἐποίησαν· | |
ἔδωκάν τε αὐτῷ πάντα τὰ τείμια ὅσα <τοῖς καλοῖς> ἀνδρά- | |
5 | σιν δίδοται. ἄρχοντος Π. Αἰλίου Πυθοδώρ[ου]. |
ἐνείκα δὲ καὶ Πύθια. |