[ ] Phokis — Delphi — 138 BC
1 [ἄρ]χοντος Τιμοκρίτου, μηνὸς Βουκα[τίου], βουλευόντων τὰ[ν πρ]ώταν ἑξάμηνον Πυρρία
τοῦ Ἀρχελάου, Σωτύλου τοῦ Τιμο[κλέ]ος, γραμματεύοντ[ος δὲ] Κλεοδάμου τοῦ Πολυκράτεος,
ἐπὶ τοῖσδε ἀπέδοτο Ξάνθιον Εὐκ[ράτε]ος, συνευδοκέ[ον]το[ς] καὶ τοῦ ἀνδρὸς αὐτᾶς Νικία καὶ
τοῦ υἱοῦ αὐτᾶς Καφισία καὶ τᾶς θυγα[τέρος] Μελισσίδος, [τ]ῶι Ἀπ[ό]λλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
5 ον παιδάριον, ὧι ὄνομα Παρνασσός, τ[ὸ γένο]ς οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν ἔχει
πᾶσαν, καθὼς ἐπίσ[τε]υσε Παρνασσὸς [τῶι θεῶι] τὰν ὠν[άν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ
πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλ[ῃ καὶ ἀποτρ]έχω[ν] οἷς κα θέλῃ. [βε]βαιωτ[ὴ]ρ κατ[ὰ] τὸν νόμον τᾶς πόλιος·
[Εὐ]κράτης Ἐπικράτεος Δελφός, Καφ[ι]σ[ίων ․․․․․․․․ Ἀμφι]σσεύς. εἰ δέ τις ἐφάπτοιτο Παρνασσοῦ ἐπὶ καταδουλισμῶι,
βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀ[ποδο]μένα Ξάνθιον καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι
10 θεῶι τὰν ὠνὰν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον [τ][ς π]όλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κ]ύριοι ἐόντω συλέοντες, ἀ-
ζάμιοι ἐόντε[ς], Παρνασσόν, καὶ ἀνυπόδικοι πάσας δ[ίκ[ας καὶ ζαμ[ί]ας. μάρτυροι· [οἱ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἄρχων Ἄ[θ]αμβος,
καὶ οἱ ἄρχοντες, καὶ ἰδιῶται Πατρέας, Τιμόκριτος, [Δε]ξώνδας, [Φ]ιλιστίων, Τείσ[ιπ]ππος, Ἁγίων, Εὔβουλος Δελφοί, Ἁγέας,
[․․․․]ίων Ἀμφισσεῖς.
Search Help