[ ]
Phokis — Delphi — 138 BC
| 1 | [ἄρ]χοντος Τιμοκρίτου, μηνὸς Βουκα[τίου], βουλευόντων τὰ[ν πρ]ώταν ἑξάμηνον Πυρρία |
| τοῦ Ἀρχελάου, Σωτύλου τοῦ Τιμο[κλέ]ος, γραμματεύοντ[ος δὲ] Κλεοδάμου τοῦ Πολυκράτεος, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ξάνθιον Εὐκ[ράτε]ος, συνευδοκέ[ον]το[ς] καὶ τοῦ ἀνδρὸς αὐτᾶς Νικία καὶ | |
| τοῦ υἱοῦ αὐτᾶς Καφισία καὶ τᾶς θυγα[τέρος] Μελισσίδος, [τ]ῶι Ἀπ[ό]λλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- | |
| 5 | ον παιδάριον, ὧι ὄνομα Παρνασσός, τ[ὸ γένο]ς οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν ἔχει |
| πᾶσαν, καθὼς ἐπίσ[τε]υσε Παρνασσὸς [τῶι θεῶι] τὰν ὠν[άν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
| πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλ[ῃ καὶ ἀποτρ]έχω[ν] οἷς κα θέλῃ. [βε]βαιωτ[ὴ]ρ κατ[ὰ] τὸν νόμον τᾶς πόλιος· | |
| [Εὐ]κράτης Ἐπικράτεος Δελφός, Καφ[ι]σ[ίων ․․․․․․․․ Ἀμφι]σσεύς. εἰ δέ τις ἐφάπτοιτο Παρνασσοῦ ἐπὶ καταδουλισμῶι, | |
| βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀ[ποδο]μένα Ξάνθιον καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι | |
| 10 | θεῶι τὰν ὠνὰν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον [τ]ᾶ[ς π]όλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κ]ύριοι ἐόντω συλέοντες, ἀ- |
| ζάμιοι ἐόντε[ς], Παρνασσόν, καὶ ἀνυπόδικοι πάσας δ[ίκ[ας καὶ ζαμ[ί]ας. μάρτυροι· [οἱ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἄρχων Ἄ[θ]αμβος, | |
| καὶ οἱ ἄρχοντες, καὶ ἰδιῶται Πατρέας, Τιμόκριτος, [Δε]ξώνδας, [Φ]ιλιστίων, Τείσ[ιπ]ππος, Ἁγίων, Εὔβουλος Δελφοί, Ἁγέας, | |
| [․․․․]ίων Ἀμφισσεῖς. |