[ ]
Phokis — Delphi — ca. 124 BC
| 1 | [ἄρχοντος Καλλιδάμου, μηνὸς Δαιδαφορίου, βουλ]ευόντω[ν τὰν πρώταν] |
| [ἑξάμηνον Ἀμύντ]α το[ῦ Εὐδώρου], Γλαύκου τ[οῦ Ξ]έ[νω]νος, γραμμ[ατεύοντ]ος δ[ὲ] | |
| [Ἁβρομάχου τοῦ Μα]ντία, ἐπὶ το[ῖσδε] ἀπέδοτο Κλευνίκα Κλευ[ν]ίκου, συ[νευδοκέ[ον]- | |
| τ[ο]ς κ[αὶ τοῦ υἱοῦ αὐ]τᾶς Κλεολάου, [τῶι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι[κεῖον, ἇ]ι ὄν[ομα] | |
| 5 | Πίστ[ις, τὸ γένος ο]ἰκογενῆ, τιμᾶς ἀ[ργ]υρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν [ἔχει] πᾶ- |
| σαν, κ[αθὼς] ἐπίστευσε Πίστις τῶι θεῶι [τὰν ὠνά]ν, ἐφ’ ὧιτε ἐλευθέρ[α εἶμ]εν καὶ [ἀν]έ[φα]- | |
| πτος [ἀ]πὸ πάντων τὸν πάντα βίον, ποιέουσα [ὅ κα θ]έλῃ [καὶ ἀ]ποτρέχουσα [οἷς κα θέλῃ]. | |
| βεβαιω[τ]ὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Σώξενος Ἐχεφύλου. εἰ δέ [τι] ἐφάπτο[ιτο] | |
| Πίστιος [ἐ]πὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰ[ν] ὠνὰν ἅ τε ἀπο[δο]- | |
| 10 | μένα Κλευ[ν]ίκα καὶ ὁ βεβαιωτὴρ Σώξενος. εἰ δὲ [μὴ] παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- |
| νάν, π[ρά]κτι[μ]οι ἐόντ[ων] κατὰ τοὺς νόμο[υς] τᾶ[ς] πόλιος· ὁ[μο]ιως δὲ καὶ οἱ παρατ[υγ]- | |
| [χά]νοντες κύ[ρι]οι ἐόντ[ων] συλέοντες Πίστιν ἐπ’ ἐλευθερίαι, [ὡς] ἐλευθέραν ἐ[οῦ]σα[ν, ἀζά]- | |
| [μιοι] ὄντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε[ρεῖς] | |
| [τοῦ] Ἀπόλλωνος τοῦ Πυθίου Ἄρχων καὶ Ἄθαμβος, καὶ οἱ ἄρχοντες [Ἀμύντες, Γλαῦ]- | |
| 15 | [κος], Ἁβρόμαχος, καὶ ὁ νεωκόρος Ἀτεισίδας, καὶ ἰδιῶται Ξενόκριτος [Στη]σ[ι]μ[έ]- |
| [νεος], Ἀγάθων Εὐά[ρ]χου, Πύρρος Ἀμεινία, Ἴστρος Στράτωνος, Κλέων Διο[νυσί]ου, Τιμο[․․․․․] |