[ ]
Phokis — Delphi — 130 BC
| 1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Πανταινέτου [Φ]υσκέος, μηνὸς πρώτου, |
| ἐν Οἰανθείαι δὲ ἄρχοντος Τιμάρχου, μηνὸς Καρείου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
| Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Βουκατίου, ἀπέδοτο Νικόμαχος, Καλλὼ | |
| τῶι Ἀπόλλωνι τῶι ἐν Δελφοῖς σῶμα ἀνδρεῖον, ὧι ὄνομα Πάραλος, τὸ γένος Ὀρ- | |
| 5 | θωσιῆ, ἐπ’ ἐλευθερίαι, καθὼς ἐπίστευσε αὐτοσαυτὸν Πάραλος, τῶι θεῶι, τιμᾶς |
| ἀργυρίου μνᾶν πέντε, συνευδοκέοντος τοῦ τε π[α]τρὸς τοῦ Νικομάχου | |
| καὶ Καλλῶς Πειθίνου, καὶ τᾶς ματρὸς αὐτ[ῶν Ξενίας], καὶ Νικασίου, τᾶς Πειθίνου | |
| ματρός. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμοτέλη[ς Καλ]λικράτεος Φυσκεύς. μάρ- | |
| τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβ[ος, καὶ] οἱ ἄρχοντες Ἁγίων Ἐχε- | |
| 10 | φύλου, Σωσίπατρος Αἰακίδα, Πάτρων Ἰατάδ[α, ἰδιῶ]ται Δαμοτέλης Ζεύξιος, |
| Καλλικράτης Δαμοκλέος, Δεξίλαος Τιμοξ[ένου Ο]ἰανθεῖς, Σάτυρος Ῥύβα, | |
| Κλεύνικος Καλλικλέος Λαμιεῖς. τὸ ἀντίγρ[αφ]ον φυλάσσει [Κ]λεόνικος. |