[ ]
Phokis — Delphi — ca. 270-260 BC — SIG(3) 449A; SGDI 2721
1 | Δελφοὶ ἔδωκαν Ἀριστονό[ωι, ἐπεὶ] |
τοὺς ὕμνους τοῖς θεοῖς ἐπο[ίησεν], | |
αὐτῶι καὶ ἐκγόνοις, προξ[ενίαν], | |
εὐεργεσίαν, προμαντείαν, πρ[οεδρίαν]. | |
5 | προδικίαν, ἀσυλίαν πολέμου [καὶ εἰ]- |
ρήνης, ἀτέλειαν πάντων, καὶ ἐπιτι- | |
[μὰ]ν καθάπερ Δελφοῖς. ἄρχοντος | |
[Δα]μοχάρεος, βουλευόντων | |
[Ἀ]ντάνδρου, Ἐρασίππου, Εὐαρχίδα. |