[ ]
Phokis — Delphi — ca. 110 BC
1 | ἄρχοντος Ἄγωνος τοῦ Ἀριστίωνος, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Σω- |
σιξένου τοῦ Ξένωνος, Κάλλωνος τοῦ Ξένωνος, γραμματεύοντος δὲ Νικοδάμου τοῦ Στράτω- | |
νος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Σωσιξένου, συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ | |
Καλλοῦς καὶ τοῦ ὑοῦ Σωσι[ξένου], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὅνομα | |
5 | Ἡράκλεια, τὸ γέν[ος ἐνδογενῆ, τιμᾶς ἀργ]υρίου μνᾶν ἔξ, καὶ τὰν τιμὰν ἔ[χει π]ᾶσα[ν]. |
βεβαιωτὴρ κατὰ τ[οὺς νόμους τᾶς πόλι]ος· Νικίας Βαβύρτα(!), ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
Ἡράκλεαν καὶ ἀνέφα[πτον ἀπὸ πάντων, πο]ιοῦσα ὅ κα θέλῃ, καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. | |
εἰ δέ τις ἐφάπτοιτο Ἡρακλ[έας ἐπὶ κατα]δουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων | |
Ἡράκλεαν ὡς ἐλευθέραν οὕσα[ν, ἀζάμι]ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας, | |
10 | καὶ ὁ βεβαιωτὴρ βεβαιούτω, καὶ ὁ ἀπ[οδόμε]νος βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· Διό- |
δωρος Ἀντιγένεος, Σώτυλος Σωστ[ράτο]υ, Ἰραναῖος Θευδότου, Ἡράκων, Ἀρχέλαος, Πολύων. |