[ ] Phokis — Delphi — ca. 104-95 BC
1 ἄρχον[τος ․․․․․․․․․], μηνὸς [․․․․․․․․․․ο]υ, ἀπέδοτο
Ἀρίστω[ν ․․․․․․․․․․]ς τῶι Ἀπ[όλλωνι] τῶι Πυθίωι σῶμα
γυναικεῖο[ν, ἇι ὄνομα Ν]ικαρχί[ς, τὸ γέν]ος Θρ[α]ῖσαν, τιμᾶς
ἀργυρίου μνᾶν πέντ[ε, κα]ὶ τὰν [τιμὰν ἔ]χει πᾶσαν, καθὼς ἐπί-
5 [σ]τευσε Νικαρχὶς τῷ θεῷ τ[ὰν] ὠνάν, ἐ[φ’ ᾧτε ἐ]λευθέραν εἶμεν καὶ
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν[τα βίο]ν, ποιοῦσα ὅ κα θέλῃ
καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βε[βαιω]τὴρ κατὰ τοὺς νόμους
τᾶς πόλιος· Ἁγίων Ἐχεφύλου. εἰ δέ τι[ς ἐφά]πτοιτο ἐπὶ καταδου-
λιζμῶι Νικαρχίος, βέβαιον παρεχό[ντω] τῷ θεῷ τὰν ὠνὰν ὅ τε
10 ἀποδόμενος Ἀρίστων καὶ ὁ βεβαι[ωτὴρ] Ἁγίων· ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἔστ[ων συ]λέοντες Νικαρχὶν
ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄν[τες καὶ] ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυροι·  οἱ ἱ[ερεῖς τ]οῦ Ἀπόλλωνος
Πατρέας, Ἁγίων, καὶ ἰδιῶται Πε[ισίστ]ρατος, Θεόξενος,
15 Ἀτεισίδας ὁ νεωκόρος, Ξενόκριτο[ς, ․․․․․]ιλος, Καλλικράτης,
Ἡρακλείδας Ἀριστοδάμου.
Search Help
Contact Us