[ ]
Phokis — Delphi — undated — SIG(3) 770B
| 1 | ἐπὶ [ἄρχοντος Πολεμάρχου]. |
| Χαριγένης ὁ Δωρια[ρχέων τοῦ κοινοῦ τῶν Δωριέων τῶν] | |
| ἐγ Ματροπόλεως Δ[ε]λ[φ]ῶ[ν τοῖς ἄρχουσι καὶ τᾶι] | |
| πόλει χαίρει. τῶν δεδομένων [τιμίων ὑπὸ τοῦ κοι]- | |
| 5 | νοῦ τῶν Δωριέων Διοδώρωι Δωρο[θέου τῶι ὑμετέρωι] |
| πολίται ἀπεστάλκαμ[ε] ὑμῖν ἀ[ντίγραφον τὸ ὑπογε]- | |
| γραμμένον· Δωριαρχέοντος Χ[αριγένεος τοῦ Ἀλέ?]- | |
| ξωνος, γραμματεύοντος δὲ [τᾶς βουλᾶς Λυ?]- | |
| σία τοῦ Εὐξιθέου Βοαίου, ἔ[δοξε ἐν ἀγορᾶι τελείωι] | |
| 10 | τοῖς Δωριέοις πάντοις δεδόσ[θαι ὑπὸ τοῦ κοι]- |
| νοῦ τῶν Δωριέων Διοδώρωι Δω[ροθέου Δελφῶι καὶ ἐκ]- | |
| γόνοις ἰσοπολιτε<ί>αν, ἐπινομίαν, [γᾶς καὶ οἰκίας ἔμπα]- | |
| σιν, ἀσφάλειαν καὶ πολέμου καὶ εἰ[ρήνας, καὶ τἆλλα] | |
| πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ[νοις ὑπάρχει] | |
| 15 | παρὰ τοῦ κοινοῦ τῶν Δωριέων. ἔγγ[υοι τᾶς προξενίας]· |
| Λαμπρίας Ξενύτα, Φοιβίδας Τιμο — —, — — | |
| Λαμπρία. |