[ ]
Phokis — Delphi — ca. 281/0 BC
| [ὑ]- | |
| 1 | πὲρ τούτων ἔσχον [— — — πᾶσαν φ]ιλοτιμίαν ποιη[σάμενοι?] |
| πρός τε τοὺς βασιλεῖς [Πτολ]εμαῖον καὶ Ἀντίγον[ον πρέσ]- | |
| βεις ἀπέστειλαν καὶ δι[έθε]σαν ὥστ’ εἶναι τὴν ἀσφάλ[ει]- | |
| αν πᾶσιν παρ’ ἀμφοτέρων, [α]ὐτοί τε πρὸς τοὺς ἄλλο[υς] | |
| 5 | Ἕλληνας διεπρέσβευσαν καὶ κήρυκας διαποστείλ[αν]- |
| τες παρεκάλεσάν τε καὶ παρεσκεύασαν ἀσφάλει- | |
| αν πᾶσι τοῖς παραγινομ[έ]νοις, φύλακας πανταχο[ῦ] | |
| καταστήσαντες· ἐκόλασα[ν δ’ εἴ τις ἐλεγχθείη?] τῶν ἐ[πα]- | |
| ναχθέντων πρὸς αὐτοὺς κ[ακουργήσας? κρίναντες κατὰ] | |
| 10 | τὸν νόμον, διώικησαν δὲ κα[ὶ — — — — — — κα]- |
| λῶς καὶ δικαίως· καὶ τῆς συ[νόδου τῶν Ἀμφικτυόνων ἐν] | |
| Θερμοπύλαις διὰ τὸν πόλε[μον διακωλυθείσης κατὰ χρό]- | |
| νον πολὺν οὗτοι πρῶτον πα[ρεκάλεσαν πάντας τοὺς Ἕλ]- | |
| ληνας καὶ παρασκευάσαν[τες τὴν πυλαίαν ἀσφαλῆ] | |
| 15 | πᾶσι τοῖς ἀφικνουμένοις, ἀγορ[άν τε ἐποίησαν νομίμως?] |
| καὶ τὰς θυσίας καὶ τἆλλα πάν[τα συνετέλεσαν κατὰ τοὺς] | |
| νόμους τῶν Ἀμφικτυόνων λ[αμπρῶς καὶ καλῶς καὶ εὐσε]- | |
| βῶς· ἔδοξεν οὖν τοῖς Ἀμφικ[τύοσιν ἐπαινέσαι τοὺς] | |
| [ἱ]ερομνήμονας καὶ τὸν γρα[μματέα τοὺς ἐπὶ — —] | |
| 20 | ἄρχοντος ἀρετῆς καὶ δικ[αιοσύνης ἕνεκεν καὶ εὐσεβείας εἰς] |
| τοὺς θεοὺς καὶ φιλοτιμί[ας πρὸς τοὺς Ἀμφικτύονας] | |
| καὶ τοὺς ἄλλο[υς Ἕλληνας ․․․․․․] | |
| [σ]τεφαν[ῶσαι δὲ ․․․․․․․] |