[ ]
Phokis — Delphi — 2nd c. AD
| 1 | [θεός. τ]ύχ[α ἀγ]α[θά]? |
| [ἐπεὶ ․․․․․ Μέμμι]ος Νείκανδρος ΑΙΙ#⁷․․․․․ | |
| ․․․․․, υἱὸς μὲν τοῦ ἱερέως Μεμμίου Εὐ[θυδάμου] | |
| [καὶ Με]μμίας Εὐθυδαμίλλης, ἔκγονος δὲ Με[μμ]ίας | |
| 5 | [Λούπα]ς τῆς ἀρχηίδος, τὴν πόλιν ἡμῶν καὶ τὸ[ν ἀ]γῶνα |
| [τ]ῶν Πυθίων ἔν τε γραμματείαις καὶ ξυστ[αρχ]ίαις | |
| καὶ ταῖς ἄλλαις φιλοτειμίαις κοσμήσας εἰς [τ]ὸ χρε- | |
| ὼν μετήλλαξεν, ἔδοξεν τῆ πόλει τειμὰς [αὐτῶ] | |
| ἡρωϊκὰς ψηφίσασθαι, [καὶ κα]τεύχεσθαι αὐ[τῶ τὸν ἱε]- | |
| 10 | ρῆ ἐν πρυτανείω, κα[ὶ ἀναγορεῦσ]αι αὐ[τοῦ τὰς τειμ]- |
| ὰς ἐν ταῖς ἐπισημοτά[ταις πό]λε[σιν ἐν αἷς οἱ] | |
| ἱεροὶ ἀγῶνες ἐπιτελοῦνται, ἐν Δε[λφοῖς καὶ ἐν Ὀλυμπία] | |
| [κ]αὶ ἐν Ἄργει καὶ ἐν Κορίνθω· ἐπιγρ[άψαι δὲ τόδε τὸ ψή]- | |
| [φισμα τοῦς Δελφῶν ἄρ]χοντ[ας ἐν τῶ ἱερῶ]. |