[ ]
Phokis — Delphi — 1st c. AD
1 | ἄρχοντος Δαμοξένου τοῦ Διοδώρου, μηνὸς Θεοξενίου, βουλευόντων Λέωνος |
τοῦ Ξενοφάντου, Ἀριστοκλέος τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκλείδας | |
Ἡρακλείδα. συνευαρεστεόντων καὶ τῶν ἐκγόνων αὐτοῦ Εὐκλείδα, Κλεοθήρου. | |
Μνασοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον οἰκογενὲς ᾧ ὄνομα Εὐαμέρις, | |
5 | τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς |
νόμους τᾶς πόλιος Διόδωρος Ὀρέστα· καθὼς ἐπίστευσε Εὐαμέρις τῶι θεῶι τὰν ὠ- | |
νὰν ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
εἰ δέ τις ἐφάπτοιτο Εὐαμέριος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θε- | |
ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ἄλλος ὁ παρατυ- | |
10 | χὼν κύριος ἔστω συλέων Εὐαμέριν ὡς ἐλευθέραν. ἀζάμιος ὢν καὶ ἀνυπόδικος |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονεί- | |
κου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ ἰδιῶται Αἰακίδας Εὐκλεί- | |
δα, Νίκανδρος Νικάνδρου, Μελισσίων Διονυσίου, Ἐπίνικος Νικοστράτου, | |
Εὔδωρος Ἐπινίκου. |