[ ]
Phokis — Delphi — 1st c. AD
| 1 | ἄρχοντος Δαμοξένου τοῦ Διοδώρου, μηνὸς Θεοξενίου, βουλευόντων Λέωνος |
| τοῦ Ξενοφάντου, Ἀριστοκλέος τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκλείδας | |
| Ἡρακλείδα. συνευαρεστεόντων καὶ τῶν ἐκγόνων αὐτοῦ Εὐκλείδα, Κλεοθήρου. | |
| Μνασοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον οἰκογενὲς ᾧ ὄνομα Εὐαμέρις, | |
| 5 | τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς |
| νόμους τᾶς πόλιος Διόδωρος Ὀρέστα· καθὼς ἐπίστευσε Εὐαμέρις τῶι θεῶι τὰν ὠ- | |
| νὰν ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
| εἰ δέ τις ἐφάπτοιτο Εὐαμέριος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θε- | |
| ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ἄλλος ὁ παρατυ- | |
| 10 | χὼν κύριος ἔστω συλέων Εὐαμέριν ὡς ἐλευθέραν. ἀζάμιος ὢν καὶ ἀνυπόδικος |
| πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονεί- | |
| κου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ ἰδιῶται Αἰακίδας Εὐκλεί- | |
| δα, Νίκανδρος Νικάνδρου, Μελισσίων Διονυσίου, Ἐπίνικος Νικοστράτου, | |
| Εὔδωρος Ἐπινίκου. |