[ ]
Phokis — Delphi — ca. 26 BC
| 1 | [ἄ]ρχοντος Μένητος το[ῦ Δάμωνος, βουλευόντων Στρατάγου τοῦ Φίλωνος], |
| [Λ]έωνος τοῦ Ξενο[φάντου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπει]- | |
| [δὴ Ἀρίσταρχος] Εὔφρονος Ἀργεῖος ἀνὴρ καλὸς καὶ ἀγαθὸς εὐσεβῶς | |
| [μὲν διακείμενο]ς τυγχάνει ποτὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον, εὐνοϊκῶς | |
| 5 | [δὲ ποτί τε τὰ]ν πόλιν ἁμῶν καὶ ποθ’ ἕκαστον τῶν πολειτᾶν ἐν οὐ- |
| [δενὶ οὐδὲν] τᾶς πρὸς ἕκαστον ἐκτενείας ἐνλείπων, δι’ ἅ καὶ δεδό- | |
| χθαι [τ]ᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Ἀρίσταρχον Εὔφρονος | |
| Ἀργεῖον καὶ ὑπάρχειν αὐτῶ[ι] τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ παρὰ τᾶς | |
| πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέ- | |
| 10 | λειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθησι καὶ |
| τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις | |
| τᾶς πόλιος ἁμῶν ὑπάρχει ἵνα, τούτων συντελουμένων, καὶ ἁ πόλις φαίνη- | |
| ται ποτὶ τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν εὐχάριστος. |