[ ] Phokis — Delphi — 146/5 BC
1 ἐπει[δὴ ․․․․․․․․․․․․․ ἐ]πελθὼν ἐπὶ τὰν ἐκ[κλησ]ίαν [διελέχθη ὑπὲρ Πύρρου Ναυπακτίου]
ἂν ἔχει ἐ[κ]τένειαν καὶ σπουδὰν ὑπὲρ τᾶς πόλιος ἁμῶν καὶ [τ]ο[ῦ ἱεροῦ καὶ ὅτι εὔχρηστος γίν]εται τ[ο]ῖς [ἐντυγχα]-
νόντοις τῶν πολιτᾶν καὶ κα[τὰ] κοινὸν καὶ καθ’ ἰδίαν, ἀγαθᾶι τύχαι· [δεδόχθαι τ]ᾶι πόλει τῶν Δελφῶ[ν]
ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπαινέσαι Πύρρον [Λ]ύκου Ναυπάκτιον· ὑπάρχειν
5 δὲ αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, πολι-
τείαν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔγκτησιν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι,
καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει.
ἄρχοντος Βαβύλου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀρχελάου τοῦ Δαμοσθέ-
νεος, Ἰατάδα τοῦ Πάτρωνος, γραμματεύοντος Ἁγίωνος τοῦ Κλευδάμου.
Search Help
Contact Us