[ ]
Phokis — Delphi — 146/5 BC
| 1 | ἐπει[δὴ ․․․․․․․․․․․․․ ἐ]πελθὼν ἐπὶ τὰν ἐκ[κλησ]ίαν [διελέχθη ὑπὲρ Πύρρου Ναυπακτίου] |
| ἂν ἔχει ἐ[κ]τένειαν καὶ σπουδὰν ὑπὲρ τᾶς πόλιος ἁμῶν καὶ [τ]ο[ῦ ἱεροῦ καὶ ὅτι εὔχρηστος γίν]εται τ[ο]ῖς [ἐντυγχα]- | |
| νόντοις τῶν πολιτᾶν καὶ κα[τὰ] κοινὸν καὶ καθ’ ἰδίαν, ἀγαθᾶι τύχαι· [δεδόχθαι τ]ᾶι πόλει τῶν Δελφῶ[ν] | |
| ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπαινέσαι Πύρρον [Λ]ύκου Ναυπάκτιον· ὑπάρχειν | |
| 5 | δὲ αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, πολι- |
| τείαν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔγκτησιν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, | |
| καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. | |
| ἄρχοντος Βαβύλου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀρχελάου τοῦ Δαμοσθέ- | |
| νεος, Ἰατάδα τοῦ Πάτρωνος, γραμματεύοντος Ἁγίωνος τοῦ Κλευδάμου. |