[ ]
Phokis — Delphi — 3rd c. BC
1 | Δελφοὶ ἔδωκαν Λεοντομ[ένει] Στρονγυλίω[νος] |
Αἰτωλῶι αὐτῶι καὶ ἐκ[γό]νοις προξενίαν, προ- | |
μαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ | |
πόλις τίθητι προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ | |
5 | τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- |
γέταις. ἄρχοντος Δαμοχάρεος, βουλευόντων | |
Δάμωνος, Δαμοτίμου, Κλεωνύμου. |