[ ]
Phokis — Delphi — 30-40 AD
| 1 | ΙϹΛΕ |
| ΙΛΙ․Ο ΙΑ Με[λ]ισ[σ]ίων Λαιά[δα | |
| — — — — Μελισίωνος — — — — — — τ[ῷ] Ἀπ[όλ]λωνι τ[ῷ] Πυθίῳ [σῶμα γυναικεῖον ᾧ ὄνομα Νηρηίς] | |
| [τειμᾶς ἀργυ]ρίου μνᾶν τριῶν καὶ τὰν τειμὰν ἀπέχομεν πᾶσαν ἐπὶ τῷ ․․․ωστρατος ․․․ ἐλευθέραν] | |
| 5 | [εἶμε]ν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. [βεβαιωτὴρ κατὰ τὸν νό]μον τᾶς πόλιο[ς] |
| Εὐκλῆς Εὐάνδρου. εἰ δέ τις ἐφάπτοιτο Νηρηίδος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω | |
| [τὰν ὠν]ὰν οἵτε ἀποδόμενοι καὶ ὁ <βε>βαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων․․․․ | |
| ΩΝ Νηρηίδα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Νηρηίς πα[ρὰ] ․ΝΑ․․․ | |
| ΠΑ τὸν τᾶς ζωᾶς χρόνον. τὰν ὠνὰν τηρῶ․․․․ ΤΟΝΝΕ․․․ΟΤΑ— — [τὴν μέν εἰς τὸ ἱε]ρὸν τοῦ Ἀπό[λλ]ωνος, | |
| 10 | [τὴν δὲ εἰς] τὸ δημόσ[ιον τεῦχ]ος. ἐγρά[φθη] διὰ τοῦ γραμ<μ>ατέως Πολυτιμίδα τοῦ Λαιάδα. |