[ ]
Phokis — Delphi — 228 BC
1 | θεο[ί]. |
Δελφοὶ ἔδωκαν Νεοκρέοντι Ἁγησάρχου Παρι[ανῶι α]ὐτῶι καὶ ἐκγόνοις προξενίαν, | |
προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλ[ίαν], ἀτέλειαν πάντων | |
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχ[ον]τος Ἡρακλείδα, | |
5 | βουλευόντων Ἀθάββου, Ἰασιμάχου, Ζακυνθίο[υ]. |