[ ] Phokis — Delphi — 273/2 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Ἁγησιστράτωι Εὐφράνορος Ῥοδίωι αὐτῶι καὶ ἐκ-
γόνοις προξενίαν, εὐεργεσίαν, προμαντείαν, προεδρίαν, ἀτέ-
λειαν, ἀσυλίαν, καὶ τὰ ἄ[λ]λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
5 εὐεργέταις· εἶμεν δὲ αὐτοὺς καὶ θεαροδόκους Δελφῶν. ἄρχον-
τος Ἀρχιάδα, βουλευόντ[ω]ν Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος.
Search Help
Contact Us