[ ]
Phokis — Delphi — 273/2 BC
1 | θεοί. |
Δελφοὶ ἔδωκαν Ἁγησιστράτωι Εὐφράνορος Ῥοδίωι αὐτῶι καὶ ἐκ- | |
γόνοις προξενίαν, εὐεργεσίαν, προμαντείαν, προεδρίαν, ἀτέ- | |
λειαν, ἀσυλίαν, καὶ τὰ ἄ[λ]λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
5 | εὐεργέταις· εἶμεν δὲ αὐτοὺς καὶ θεαροδόκους Δελφῶν. ἄρχον- |
τος Ἀρχιάδα, βουλευόντ[ω]ν Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος. |