[ ]
Phokis — Delphi — ca. 267/6 BC
| 1 | Δελφοὶ ἔδωκαν Ἐπηράτωι Ἀλκίνου Μεγαλοπολίται |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, | |
| προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα | |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος | |
| 5 | Καλλικλεῦς, βουλευόντων Αἰσχριώνδα, Ξένωνος, Ἁγνία, |
| Φιλομένευς. |