[ ] Phokis — Delphi — ca. 234/3 BC
1       [θ]εοί.
Δελφοὶ ἔδωκαν Καλλιμάχωι Λαμέδοντος
Ἀρκάδι Στυμφαλίωι αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, εὐεργεσίαν, προμαντείαν,
5 προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν
πάντων καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν,
καὶ ἐπιτιμὰν καθάπερ Δελφοῖς, καὶ τἆλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος
Στράτωνος, βουλευόντων Ὀρέστα, Ἱππία,
10 [Δ]είνωνος, Ἀλκίνου, Ἀθανίωνος.
Search Help
Contact Us