[ ]
Phokis — Delphi — ca. 234/3 BC
| 1 | [θ]εοί. |
| Δελφοὶ ἔδωκαν Καλλιμάχωι Λαμέδοντος | |
| Ἀρκάδι Στυμφαλίωι αὐτῶι καὶ ἐκγόνοις | |
| προξενίαν, εὐεργεσίαν, προμαντείαν, | |
| 5 | προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν |
| πάντων καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν, | |
| καὶ ἐπιτιμὰν καθάπερ Δελφοῖς, καὶ τἆλλα | |
| ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος | |
| Στράτωνος, βουλευόντων Ὀρέστα, Ἱππία, | |
| 10 | [Δ]είνωνος, Ἀλκίνου, Ἀθανίωνος. |