[ ]
Phokis — Delphi — end 1st c. BC — SEG 12.253; BE 56.130 — Dunant
| 1 | [ἄρχοντος Διοδώρου τοῦ Ὀρ]έστα, μη[νὸς — — — — — — — —, βουλευόντων] |
| [Λαμένους τοῦ Εὐκράτου]ς, Φίλωνος τοῦ Κ[λεάνδρου, ἀπέδοτο — — — — — —] | |
| [— — — — — — — — — — τῷ Ἀπόλλω]νι τῷ Πυθίῳ σῶμα [— — — — — — — — — — ᾇ ὄνομα Εὐαμερὶς] | |
| [— — — — — — ἀπελε]υθερισμένα ὑπὸ [— — — — — — — — — — —] | |
| 5 | [— — — — — — —] τιμ[ᾶς] ἀργυρίου μνᾶς καὶ τὰν τιμὰν ἀ[πέχει πᾶσαν· βεβαι]- |
| [ωτὴρ κατὰ τοὺς] νόμους τᾶς πόλιος Στράταγος Φίλων[ος, ἐφ’ ᾧτε ἐλευθέραν] | |
| [εἶμεν Εὐ]αμερὶν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντ[α βίον, ποιοῦσαν] | |
| [ἅ κα θέλ]ῃ καὶ ἀποτρέχουσαν πᾷ κα θέλῃ· εἰ δέ τις ἐφάπτοιτο Ε[ὐαμερίος] | |
| [ἐπὶ κατα]δουλισμῷ, βέβαιον παρεχόντω <τῷ> θεῷ τὰν ὠνὰν ὅ τε [ἀπο]- | |
| 10 | [δόμε]νος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κ̣ύ̣[ρι]- |
| [οι ὄντων συ]λέοντες Εὐαμερὶν ὡς ἐλευθέραν οὖσαν ἀζάμι[οι ὄντες] | |
| [καὶ ἀνυ]πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τ̣ο̣ῦ̣ | |
| [Ἀπόλ]λ̣ωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων | |
| [Πολεμ]άρχου, ἰδιῶται Ξεναγόρας Ἁβρομάχου, Μελισίων | |
| 15 | [Διονυ]σίου, Ἐπίνικος Νικοστράτου, Θεόξενος Βαβύλου, |
| [— — — — — — —] Φιλαιτώλου, Εὐκλῆς Ἄρχωνος. |