[ ] Phokis — Delphi — 146/5 or 145/4 BC — BE 1946/7.119 — Daux
1 [ἄρχον]τος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο[το]
[Πραξ]ίας Εὐδόκου Δελφός, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ[τ]οῦ Εὐδόκου [καὶ Θρασυ]-
[κλέο]ς, τῶι Ἀ[πό]λλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον [ἇ]ι ὄνομα Ἀρτεμ[ιδώρα, τὸ]
[γένος Βοιώ]ταν, ἃν ἐπρίατο παρὰ Ἀμινία τοῦ Φίλωνος Θηβαίου, τιμᾶς ἀργυρίου [μνᾶν — — —]
5 [καὶ ἡμιμν]αίου, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν], καθὼς ἐπίστευσε Ἀρτεμιδώρα τῶι θεῶι τὰν [ὠνάν],
[ἐφ’ ὧιτ]ε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, πο[ιέουσα ὅ]
[κα θέλῃ καὶ ἀ]ποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος [ nom ]
[ patronyme ], Τιμόκριτος [Εὐ]κλεί[δα] Δελφοί. εἰ δέ τις ἐφάπτοιτο Ἀρτεμιδώρας,
[βέβαιον πα]ρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πραξίας καὶ οἱ βεβαιω-
10 [τῆρες. ὁ]μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ[οντες Ἀρτεμιδώραν]
[ἐλευθέρ]αν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί[ας. μάρτυροι]
[οἵ τε ἱερεῖς τοῦ Ἀπόλλων]ος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Μ̣ν̣α̣σ̣ί̣[θεος],
[Ὑβρίας, καὶ τῶν ἰδιω]τῶν Φαῖνο[ς Τ]ορτέα Θεσπιεύς, Μενεκράτης Σωπά[τρου]
[Θηβαῖος, — — — — —]ΙΟ[— — — — —]ος Θηβαῖος, Καφισόδωρος Εὐ[— — — —]
15 [— — — — — — — — — —]ΙΔΑΣ[— — — —]ΗΣ[․․․]#⁷[․․]ΥΝ[․]Τ[Ο]Υ, Μηνίας Μ̣ητροδ̣ώρου, Εὐ[— — —]
[— — — — — — — — —]ΟΘ[— — — Θηβ]αῖος, Σώπατρος Μενεκράτεος Θηβαῖος.
Search Help
Contact Us