[ ] Phokis — Delphi — 153/2-144/3 BC — BE 1943.33 — Amandry
1 ἄρχοντος ἐν Δελφοῖς [Β]αβύλου, μη-
νὸς Δαιδαφορίου, ἐν δὲ Χαιρωνεία ἄρ-
χοντος Εὐνόμου, μηνὸς Ἀλαλκωμενεί-
ου, ἀπέδοντο Μελησίας καὶ Εὐκράτης Νίκω-
5 νος Χαιρωνεῖς, συνευδοκεόντων καὶ τῶν
υἱῶν αὐτῶν Νίκωνος τοῦ Μελησία καὶ Νίκω-
νος τοῦ Εὐκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ῥόδα, τὸ γέ-
νος Σαρματίν, τιμᾶς ἀργυρίου μνᾶς, καὶ ἄλλο [ἀ]ν-
10 δρεῖον ἐνδογενὲς, ὧι ὄνομα Ζώπυρος, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς
ἐπίστευσε Ῥόδα καὶ Ζώπυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλεύθεροι εἶμεν καὶ [ἀ]νέφαπτοι τὸν πάντα βίον ἀπὸ
πάντων. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος καὶ κατὰ
15 τὸ σύμβολον Ἀντιχάρης Ἀζαράτου, Νίκων Σάωνος Χαιρωνεύς.
μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ ὁ νεωκόρος
Μένης, ἰδιῶται Τιμόκριτος, Δημήτριος Θεοδώρου Θηβαῖος ἐν
Δελφοῖς κατοικέων.
Search Help
Contact Us