[ ]
Phokis — Delphi — 153/2-144/3 BC — Amandry
| 1 | ἄρχοντος Σωξένου, μηνὸς Βου- |
| κατίου, βουλευόντων τὰν πρώ- | |
| ταν ἑξάμηνον Ἁγίωνος τοῦ | |
| Ἐκεφύλου, Διονυσίου τοῦ Ἀ- | |
| 5 | σάνδρου, Ἀθάμβου τοῦ Ἀθανί- |
| ωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κρα- | |
| τὼ Μεσατέος, συνευδοκέον- | |
| τος καὶ τοῦ υἱοῦ Μεσατέος καὶ | |
| τῶν τοῦ υἱοῦ παιδαρίων Ἐράτω- | |
| 10 | νος καὶ Ἀρισταγόρα τῶν Νικάρχου, |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον ἆι ὄνομα Δαντώ, τὸ γένος οἰκογε- | |
| νῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔ- | |
| χει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους Μνασίθεος Δι- | |
| 15 | οδώρου· καθὼς αὐτὰ ἐπίστευσε Δαντὼ τὰν ὠνὰν τῶι |
| θεῶι· ἐφ’ ὅτωιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν | |
| πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα | |
| οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Δαντοῦς ἐπὶ καταδου- | |
| λισμῶι, κύριος ἔστω ὁ παρεντυχὼν συλέων ὡς ἐλευ- | |
| 20 | θέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας |
| δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θε- | |
| ῶι. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας Εὐδό- | |
| κου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες Ἁγίων Ἐκε- | |
| φύλου, Διονύσιος Ἀσάνδρου, Ἄθαμβος Ἀθανίωνος, | |
| 25 | Δίων Ἐπισθένεος, Ἰατάδας Πάτρωνος, |
| Καλλείδας Εὐκλείδα, Ἀθανίων Ἀρίστωνος, Μεσα- | |
| τεύς. |