[ ]
Phokis — Delphi — 100-50 BC — SEG 13.361; BCH 78:1954:69 — Robert
| 1 | [ἐπεὶ Ἐ]μμενίδας̣ [τοῦ δεῖνος καὶ ὁ δεῖνα τοῦ δεῖνος ἐπ]ελθόντε[ς ἐπὶ] |
| [τὰν ἐκ]κλησίαν διε̣[λέγησαν ὑπὲρ Ἀσ]κληπιοδώρου τοῦ | |
| [Κλείτ]ου Κορωνέος δ̣[ιότι ἐκτενὴς ὢ]ν διατελεῖ τᾶι πόλει | |
| [κοινᾶ]ι καὶ κατ’ ἰδίαν ἀε̣[ὶ τοῖς ἐντυγ]χανόντοις τῶν πολιτᾶν | |
| 5 | [εὔχ]ρηστον αὑτὸν παρε[ίσχηται] ἀπροφασίστως μετὰ πά- |
| [σ]α̣ς σπουδᾶς τε καὶ φιλοτ[ιμίας, ἐν]δαμήσας δὲ καὶ ἐν Δελφοὺς | |
| [τ]άν τε παρεπιδαμίαν κα[ὶ τὰν ἀνασ]τροφὰν πεποίηται πρέπουσαν | |
| α̣ὐτοσαυτῷ τε καὶ τᾶι πόλ[ει τ]ῶν Δελφῶν, ἐν δὲ τῶι ἐπιταδεύμα- | |
| τι ὧι μεταχειρίζεται ἀν̣εστράφη καλῶς, εὐδοκιμῶν τε πολλοῖς | |
| 10 | γέγονεν σωτηρίας παρα[ίτ]ιος· ἀγαθᾶι τύχαι· ἄρχοντος Ἐμμενίδα, |
| μηνὸς Βοαθοίου τετράδι, [ἐ]ν ἐννόμωι ἐκκλησίαι· βουλευόντων Κλ̣εο- | |
| δάμου, Αἰακίδα, Μέντορος, Δίωνος· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπαι- | |
| νέσαι Ἀσκληπιόδωρον Κ[λ]είτου Κορωνῆ 〚— — — — rasura — — — —〛 | |
| 〚— — — — — — — — rasura — — — — — — — —〛 καὶ δεδόσθαι αὐτῶι | |
| 15 | τε καὶ ἐκγόνοις προξε[νί]αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ- |
| τέλειαν, προεδρίαν ἐμ̣ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· ὅπως | |
| δὲ καὶ Κορωνεῖς ἐπιγν̣ῶντι τὰς ἐψαφισμένας Ἀσκληπιοδώρωι τῶ[ι] | |
| [πο]λίται αὐτῶν δωρεάς, διαπέμψαι τὸ ψάφισμα ἐν Κορώνειαν καὶ [παρα]- | |
| [κα]λέσαι τὸν δᾶμον ἀναγράψαι τᾶς πόλιος ἐν τὸν ἐπιφανέστατον [τόπον]· | |
| 20 | [ἀνα]γράψαι δὲ τὸ ψάφισμα [κ]αὶ παρ’ ἁμὲ τοὺς ἐπιδαμιουργοὺς ἐν τῶ[ι ἱερῶι τοῦ] |
| [Ἀπόλλω]νος τοῦ Πυθίου ἐν τ̣ῶι ἐπιφανεστάτωι τόπωι. |