[ ]
Phokis — Delphi — undated — SEG 13.361 — Robert
| 1 | [ἐπειδὴ ὁ δεῖνα τοῦ δεῖνος καὶ ὁ δεῖνα τοῦ δεῖνος ἐπ]ελθόντε[ς] |
| [ἐπὶ τὰν ἐκκλησίαν διελέγησαν ὑπὲρ Ἀσ]κληπιοδώρου τοῦ vac. | |
| [Κλείτου Κορωνέος διότι ἐκτενὴς ὢ]ν διατελεῖ τᾶι πόλει vac. | |
| [τῶν Δελφῶν καὶ κατ’ ἰδίαν τοῖς ἐντυγ]χανόντοις τῶν πολιτᾶν | |
| 5 | [ἐπιδιδοὺς αὑτὸν ἐν τὰ παρακαλειμένα] ἀπροφασίστως μετὰ πά- |
| [σας προθυμίας συμποτιγενόμενος, ἐπι]δάμησας δὲ καὶ ἐν Δελφοὺς | |
| [τάν τε ἐπιδαμίαν καὶ τὰν ἀνασ]τροφὰν πεποίηται πρέπουσαν | |
| [τᾶι τε πατρίδι καὶ τᾶι πόλει τ]ῶν Δελφῶν, ἐν δὲ τῶι ἐπιταδεύμα- | |
| [τι τοῖς πολίταις συναν]εστράφη καλῶς, εὐδοκιμῶν τε πολλοῖς | |
| 10 | [ἐβοήθησεν ἀξίως τᾶς πόλ]ιος· ἀγαθᾶι τύχαι· ἄρχοντος Ἐμμενίδα, |
| [τοῦ Τιμολέωνος· ἐ]ν ἐννόμωι ἐκκλησίαι· βουλευόντων Κλεο- | |
| [ξενίδα, Νικάνδρου], Δίωνος· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπαι- | |
| [νέσαι Ἀσκληπιόδωρον Κλ]είτου Κορωνῆ 〚— — — — rasura — — — —〛 | |
| 〚— — — — — — — — rasura — — — — — — — —〛 καὶ δεδόσθαι αὐτῶι | |
| 15 | [καὶ ἐγγόνοις προξενί]αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ- |
| [τέλειαν, προεδρίαν ἐμ] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· ὅπως | |
| [δὲ καὶ Κορωνεῖς εἰδ]ῶντι τὰς ἐψαφισμένας Ἀσκληπιοδώρωι τῶ[ι] | |
| [πολίτηι αὐτῶν τιμὰς δ]ιαπέμψαι τὸ ψάφισμα ἐν Κορωνείαν καὶ [παρα]- | |
| [καλέσαι αὐτοὺς ἀναγρ]άψαι τᾶς πόλιος ἐν τὸν ἐπιφανέστατον [τόπον]· | |
| 20 | [ἀναγράψαι δὲ τὸ ψάφισμα κ]αὶ παρ’ ἁμὲ τοὺς ἐπιδαμιουργοὺς ἐν τῶ[ι ἱερῶι τοῦ] |
| [Ἀπόλλωνος ἐν τ]ῶι ἐπιφανεστάτωι τόπωι. vacat. |