[ ] Att. — Athens — stoich. 34 — 328/7 BC — IG II² 354
frg. A.1 [θε]οί
[ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο-
[κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ-
[δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου
5 [Ἁγνούσιος ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι Γ-
[․․․․․13․․․․․․]ηι τῆς πρυτανείας· ἐκκλησ-
[ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο-
[ιάδης· ἔδοξεν τ]ῶ̣ι δήμωι· Προκλείδης Παντα-
[λέοντος ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶
10 [δεδόχθαι τῶι δή]μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι
[ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε-
[ρῶν τῶν τυθέντ]ων· ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ-
frg. B.13 [εὺς λαχὼ]ν̣ τ̣[ῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ]
τε ἱεροῦ καὶ [τῶν] ἄλλων ὧν αὐτῶι οἱ νόμοι πρ-
15 οστάττουσιν κ[αλ]ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ-
όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ]
τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]-
ήσιμον γεγονέναι α[ὐ]τοῖς περὶ τὴν ἐπ[ιμέλ]-
ειαν τοῦ θεάτρου· ἐπαιν[έ]σ[α]ι Ἀνδροκ[λέα Κλ]-
20 εινίου ἐκ Κεραμέων τὸν ἱερέα τοῦ Ἀ[σκληπι]-
οῦ καὶ στεφανῶσαι αὐτὸν ἐπ[ειδ]ν τ[ὰς εὐθύ]-
νας δῶι χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ [δραχμῶν ἀ]-
ρετῆς ἕνεκα καὶ δικαιοσύνης κα[ὶ δοῦναι v]
αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ ΔΔΔ [∶ δραχμὰς]
25 εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσ[ματα ἀν]-
αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμ[ματεῖα]
τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]-
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι]
ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν]
30 τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶ Δ]-
[Δ]Δ ∶ δραχμὰς ὅθεν οἱ νόμοι κελεύουσι[ν. vvv]
31a            {²vacat 0.015}²
32 Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπ[ε· περὶ]
[ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστ[ει λέγ]-
[ε]ι περὶ τῶν ἱερῶν ὧν ἔθυεν τῶι Ἀσκλη[πιῶι v]
35 [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτοῦ̣· [ἀγαθ]-
[ῆι] τ̣[ύχηι ἐψηφί]σθαι [τῆ]ι βουλῆι τοὺς [προέδ]-
[ρους οἳ ἂν λάχωσι π]ρ̣[οε]δρεύειν ἐν τῶ[ι δήμωι]-
[εἰς τὴν πρώτην ἐκκλησί]αν προσαγαγ[εῖν τὸν]
[ἱερὲα πρὸς τὸν δῆμον καὶ] χρηματίσα[ι αὐτῶι]
40 [ἐν ἱεροῖς, γνώμην δὲ ξυμβά]λλεσθαι τ[ῆς βου]-
[λῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]-
[ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν ἃ ἀπαγγ[έλλει]
[ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς ἐ̣[φ’ ὑγιεί]-
[αι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου].
45 [— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us