| frg. A.1 | [θε]οί |
| [ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο- | |
| [κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ- | |
| [δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου | |
| 5 | [Ἁγνούσιος ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι Γ- |
| [․․․․․13․․․․․․]ηι τῆς πρυτανείας· ἐκκλησ- | |
| [ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο- | |
| [ιάδης· ἔδοξεν τ]ῶ̣ι δήμωι· Προκλείδης Παντα- | |
| [λέοντος ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶ | |
| 10 | [δεδόχθαι τῶι δή]μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι |
| [ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε- | |
| [ρῶν τῶν τυθέντ]ων· ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ- | |
| frg. B.13 | [εὺς λαχὼ]ν̣ τ̣[ῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ] |
| τε ἱεροῦ καὶ [τῶν] ἄλλων ὧν αὐτῶι οἱ νόμοι πρ- | |
| 15 | οστάττουσιν κ[αλ]ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ- |
| όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ] | |
| τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]- | |
| ήσιμον γεγονέναι α[ὐ]τοῖς περὶ τὴν ἐπ[ιμέλ]- | |
| ειαν τοῦ θεάτρου· ἐπαιν[έ]σ[α]ι Ἀνδροκ[λέα Κλ]- | |
| 20 | εινίου ἐκ Κεραμέων τὸν ἱερέα τοῦ Ἀ[σκληπι]- |
| οῦ καὶ στεφανῶσαι αὐτὸν ἐπ[ειδ]ὰν τ[ὰς εὐθύ]- | |
| νας δῶι χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ [δραχμῶν ἀ]- | |
| ρετῆς ἕνεκα καὶ δικαιοσύνης κα[ὶ δοῦναι v] | |
| αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ ΔΔΔ [∶ δραχμὰς] | |
| 25 | εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσ[ματα ἀν]- |
| αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμ[ματεῖα] | |
| τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]- | |
| φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι] | |
| ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν] | |
| 30 | τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶ Δ]- |
| [Δ]Δ ∶ δραχμὰς ὅθεν οἱ νόμοι κελεύουσι[ν. vvv] | |
| 31a | {²vacat 0.015}² |
| 32 | Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπ[ε· περὶ] |
| [ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστ[ει λέγ]- | |
| [ε]ι περὶ τῶν ἱερῶν ὧν ἔθυεν τῶι Ἀσκλη[πιῶι v] | |
| 35 | [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτοῦ̣· [ἀγαθ]- |
| [ῆι] τ̣[ύχηι ἐψηφί]σθαι [τῆ]ι βουλῆι τοὺς [προέδ]- | |
| [ρους οἳ ἂν λάχωσι π]ρ̣[οε]δρεύειν ἐν τῶ[ι δήμωι]- | |
| [εἰς τὴν πρώτην ἐκκλησί]αν προσαγαγ[εῖν τὸν] | |
| [ἱερὲα πρὸς τὸν δῆμον καὶ] χρηματίσα[ι αὐτῶι] | |
| 40 | [ἐν ἱεροῖς, γνώμην δὲ ξυμβά]λλεσθαι τ[ῆς βου]- |
| [λῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]- | |
| [ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν ἃ ἀπαγγ[έλλει] | |
| [ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς ἐ̣[φ’ ὑγιεί]- | |
| [αι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου]. | |
| 45 | [— — — — — — — — — — — — — — — — — — — — — —] |