|
θεοί.
|
1
|
ἐπὶ Νικοκράτους ἄρχοντος ἐπὶ τῆς Ἀιγηίδος
|
|
πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ-
|
|
ληνεὺς ἐγραμμάτυεν· Μεταγειτνιῶνος ἐνά-
|
|
τηι ἱσταμένου, ἐνάτηι καὶ τριακοστῆι τῆς v
|
5
|
πρυτανείας· τῶν προέδρων ἐπεψήφιζεν Νικί-
|
|
ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ-
|
|
ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ-
|
|
οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν-
|
|
ειγκε͂ν περὶ Πυθέου καθότι τιμηθήσεται ὑπ-
|
10
|
ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι δεδόχθαι τῶι δήμω-
|
|
ι, ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ-
|
|
ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ-
|
|
ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ
|
|
Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ-
|
15
|
εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ-
|
|
εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ-
|
|
ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν
|
|
Σωσιδήμου Ἀλωπεκῆθεν, ἐπειδὰν τὰς εὐθύνα-
|
|
ς δῶι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω-
|
20
|
ι ἀπὸ ∶Χ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ-
|
|
ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρηνῶν, ὅπ-
|
|
ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ-
|
|
πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ-
|
|
ν δῆμον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ
|
25
|
τῆς βουλῆς εἰς στήλας v λιθίνας δύο τὸν γρα-
|
|
μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία-
|
|
ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ-
|
|
ιαράου, εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ-
|
|
ω ὁ ταμίας τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἑκατέρας
|
30
|
τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα-
|
|
λισκομένων τῶι δήμωι.
|
|
{²vacat 0.01}²
|
|
[ἔδοξεν τῆι βουλῆι· ὀγ]δόηι καὶ τριακοστήι ∶
|
|
[τῆς πρυτανείας· βουλὴ ἐν] β̣[ου]λ̣[ευτη]ρ̣ίωι· τῶν̣
|
35
|
[προέδρων ἐπεψήφιζεν — — — — — — — — — — — —]
|