[ ] Att. — Oropos: Amph. — stoich. 35 — 333/2 BC — IG II² 338
θεοί.
1 ἐπὶ Νικοκράτους ἄρχοντος ἐπὶ τῆς Ἀιγηίδος
πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ-
ληνεὺς ἐγραμμάτυεν· Μεταγειτνιῶνος ἐνά-
τηι ἱσταμένου, ἐνάτηι καὶ τριακοστῆι τῆς v
5 πρυτανείας· τῶν προέδρων ἐπεψήφιζεν Νικί-
ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ-
ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ-
οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν-
ειγκε͂ν περὶ Πυθέου καθότι τιμηθήσεται ὑπ-
10 ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι δεδόχθαι τῶι δήμω-
ι, ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ-
ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ-
ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ
Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ-
15 εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ-
εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ-
ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν
Σωσιδήμου Ἀλωπεκῆθεν, ἐπειδὰν τὰς εὐθύνα-
ς δῶι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω-
20 ι ἀπὸ ∶Χ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ-
ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρηνῶν, ὅπ-
ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ-
πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ-
ν δῆμον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ
25 τῆς βουλῆς εἰς στήλας v λιθίνας δύο τὸν γρα-
μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία-
ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ-
ιαράου, εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ-
ω ὁ ταμίας τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἑκατέρας
30 τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα-
λισκομένων τῶι δήμωι.
     {²vacat 0.01}²
[ἔδοξεν τῆι βουλῆι· ὀγ]δόηι καὶ τριακοστήι ∶
[τῆς πρυτανείας· βουλὴ ἐν] β̣[ου]λ̣[ευτη]ρ̣ίωι· τῶν̣
35 [προέδρων ἐπεψήφιζεν — — — — — — — — — — — —]
Search Help
Contact Us