[ ]
Att. — Athens — non-stoich. — beg. 1st c. BC — IG II² 1036
1 | μεχρὶ ἂν ἐπίδωσιν ταῦτα παραμ— — — — |
καὶ παραλάβωσιν τὸν ἐφέτειον πέπλον καὶ ἀνάγ[ωσιν — — —] | |
ἱμάτιον ἐξάγωσιν, παραδιδότωσαν τ[ῶι — — —] | |
συνεπιμελομένου τῆς διαφέσεως [— — — ἵνα] | |
5 | ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται δια[— — —]- |
ας· | |
ἐπὶ Δημοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος δευτέρας πρυταν[είας ἧι — — —] | |
Διονυσοδώρου Ἀγκυλῆθεν ἐγγραμμάτευεν· Μεταγειτνιῶνος ἑ[νδεκάτηι ἑνδε]- | |
κάτηι τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψ[ήφιζεν — — — Τι]- | |
10 | μύλλου Ἐροιάδης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· [— — —] |
Μελιτεὺς εἶπεν· ἐπειδὴ πρόσοδον ποιησάμενοι πρὸς τὴν βουλὴν οἱ [πατέρες τῶν παρθένων] | |
τῶν ἠργασμένων τῆι Ἀθηνᾶι τὰ ἔρια τὰ εἰς τὸν πέπλον ἐμφαν[ίζουσιν παρηκολουθηκέναι αὐτ]- | |
ὰς τοῖς ὑπὸ τοῦ δήμου ἐψηφισμένοις περὶ τούτων [πᾶσι καὶ πεποιηκέναι τὰ δίκαια καὶ πεπ]- | |
[ο]μπευκέναι κατὰ τὰ προστεταγμένα ὡς ὅ τι κάλλιστα κ[αὶ εὐσχημονέστατα, κατεσκευακέν]- | |
15 | αι δὲ αὐτὰς ἐκ τῶν ἰδίων καὶ φιάλην ἀπὸ δραχμῶν ἑκατόν, ἣν καὶ βούλεσθ[αι ἀναθεῖναι] |
[τ]ῆι Ἀθηνᾶι ὑπόμνημα τῆς ἑαυτῶν πρὸς τὴν θεὸν εὐσεβείας, καὶ παρακαλοῦ[σι τὴν βουλὴν καὶ τὸν] | |
[δ]ῆμον ἐπιχωρῆσαι τὴν ἀνάθεσιν τῆς φιάλης· ἀγαθῆι τύχηι δεδόχθαι τῆ[ι βουλῆι, τοὺς λαχόντ]- | |
[α]ς προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα[τίσαι περὶ τούτων, γνώμην δὲ συμβάλλεσθ]- | |
[αι] τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπικεχω[ρῆσθαι μὲν ἀναθεῖναι τὴν φι]- | |
20 | [ά]λην, ἣν κατεσκευάκασιν αἱ παρθένοι τῆι θεῶι· ἐ[παιν]έσαι δὲ τὰς παρθένους [καὶ στεφανῶσ]- |
[αι] ἑκάστην αὐτῶν θαλ<λ>οῦ στεφάνωι εὐσεβεία[ς ἕνεκε]ν τῆς εἰς τοὺς θ[εοὺς καὶ φιλοτιμίας] | |
[τ]ῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον, [ἐ]π[ιμεληθῆναι δὲ τῶν στεφάνων τοὺς πατέρας μετὰ τοῦ ἀγων]- | |
οθέτου τῶν Παναθηναίων Θεμιστοκλέους [— — —] ἀναγράψαι δὲ τὸ[ν γραμματέα τ]- | |
ὸν κατὰ πρυτανείαν εἰς <σ>τήλην λιθίνην τὸ ψήφισμα καὶ τὰ ὀνόματα [τῶν παρθένων καὶ ἀναθ]- | |
25 | εῖναι ἐν ἀκροπόλει παρὰ τὸν ναὸν τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ὅπ[ως ἂν ἦι εὐπαρακολ]- |
ούθητος ἡ γεγονεῖα ὑπ’ αὐτῶν περὶ ταῦτα σπουδὴ καὶ φιλοπονία. | |
I.27 | Ἐρεχθεῖδος |
— —νίκη Αἰσχίνου Κηφισιέως | |
[Φι]λωτέρα Γηροστράτου Λαμπτρέως | |
30 | [Δι]ονυσία Διονυσίου Κηφισιέως |
— —πη Ὑψικλέους Λαμπτρέως | |
[Ἄ]νθη Πύρρου Λαμπτρέως | |
[Ἱ]ερόκλεια Ἀγαθοκλέους ἐκ Κηδῶν | |
[Ἀ]ριστοδίκη Μικίωνος Κηφισιέως | |
35 | — —ικη Πόλλιδος Περγασῆθεν |
[Λ]υσιστράτη Θεογένου Λαμπτρέως | |
[Ξε]νοστράτη Ἀγίου Εὐωνυμέως | |
— —ια Μηνοδότου Λαμπτρέως | |
Αἰγεῖδος | |
40 | [Θε]ὼ Πάτρωνος ἐγ Μυρρινούττης |
[Ἡ]δίστη Σωσικράτου Φηγαιέως | |
— — — Θεοδώρου ἐγ Μυρρινούττης | |
[Ἰ]σιὰς Καλλίου Βατῆθεν | |
— — — Ἀρίστωνος Ἀγκυλῆθεν | |
45 | — — — Σωκλείδου Ὀτρυνέως |
— —ιας Θράσωνος Ἐρχιέως | |
— — — — — — | |
II.27 | Ἀκαμαντίδος |
Κλεὼ Σωκράτου ἐκ Κεραμέων | |
Ἀπολλωνία Ἰσομάχου Χολαργέως | |
30 | Κλεὼ Νικίου Θορικίου |
Καλλίκλεια Φορμίωνος Σφηττίου | |
Διοδώρα Ἀσκλάπου Σφηττίου | |
Φιλωτέρα Φιλοθέου ἐκ Κεραμέων | |
Νικομάχη Ἀσκληπιάδου Σφηττίου | |
35 | Φιλωτέρα Μικκ[ίωνος] Χολαργέως |
Πτολεμ[αΐδος] | |
Παμφίλη Ξενοκλ[είδο]υ Εὐνοστίδου | |
Ἀριστονίκη Ἑρμο[γένο]υ Φλυέως | |
Δημονίκη Διονυσοδώρου Ἑκαλῆθεν | |
40 | Διονυσία Ἀσκληπιάδου Φλυέως |
Ἱερόκλεια Διονυσίου Φλυέως | |
Ἀγαθόκλεια Βιόττου Φλυέως | |
Μνησὼ Ἀσκληπιάδου Βερενικίδου | |
Ἰσιὰς Ἀριστομήδου Αἰγιλιέως | |
45 | Δημοσστράτη Χαιρεφάνους Ἀφιδναίου |
Κλεοπάτρα [— — —]δου Βερενικίδου | |
— — — — — — | |
III.27 | Ἱπ[ποθωντίδος] |
— — — — — — | |
— — — — — — | |
30 | — — — — — — |
— — — — — — | |
— — — — — — | |
— — — — — — | |
Βερενί[κη — — —] | |
35 | Ἡδύλη — — — |
— — — — — — | |
Ἀσ— — — — — | |
Μίκκι[ον — — —] | |
Ἡγησίπ[πη — — —] | |
40 | Ἡδίστ[η — — —] |
[Πανδιονίδος(?)] | |
Κλεὼ — — — | |
Θεοδ[ώρα — — —] | |
45 | Ἀμε[ινόκλεια — — —] |
Μνησὼ — — — | |
Καλλίπ[πη — — —] |