[ ]
Att. — Athens — non-stoich. — beg. 1st c. BC — IG II² 1036
| 1 | μεχρὶ ἂν ἐπίδωσιν ταῦτα παραμ— — — — |
| καὶ παραλάβωσιν τὸν ἐφέτειον πέπλον καὶ ἀνάγ[ωσιν — — —] | |
| ἱμάτιον ἐξάγωσιν, παραδιδότωσαν τ[ῶι — — —] | |
| συνεπιμελομένου τῆς διαφέσεως [— — — ἵνα] | |
| 5 | ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται δια[— — —]- |
| ας· | |
| ἐπὶ Δημοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος δευτέρας πρυταν[είας ἧι — — —] | |
| Διονυσοδώρου Ἀγκυλῆθεν ἐγγραμμάτευεν· Μεταγειτνιῶνος ἑ[νδεκάτηι ἑνδε]- | |
| κάτηι τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψ[ήφιζεν — — — Τι]- | |
| 10 | μύλλου Ἐροιάδης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· [— — —] |
| Μελιτεὺς εἶπεν· ἐπειδὴ πρόσοδον ποιησάμενοι πρὸς τὴν βουλὴν οἱ [πατέρες τῶν παρθένων] | |
| τῶν ἠργασμένων τῆι Ἀθηνᾶι τὰ ἔρια τὰ εἰς τὸν πέπλον ἐμφαν[ίζουσιν παρηκολουθηκέναι αὐτ]- | |
| ὰς τοῖς ὑπὸ τοῦ δήμου ἐψηφισμένοις περὶ τούτων [πᾶσι καὶ πεποιηκέναι τὰ δίκαια καὶ πεπ]- | |
| [ο]μπευκέναι κατὰ τὰ προστεταγμένα ὡς ὅ τι κάλλιστα κ[αὶ εὐσχημονέστατα, κατεσκευακέν]- | |
| 15 | αι δὲ αὐτὰς ἐκ τῶν ἰδίων καὶ φιάλην ἀπὸ δραχμῶν ἑκατόν, ἣν καὶ βούλεσθ[αι ἀναθεῖναι] |
| [τ]ῆι Ἀθηνᾶι ὑπόμνημα τῆς ἑαυτῶν πρὸς τὴν θεὸν εὐσεβείας, καὶ παρακαλοῦ[σι τὴν βουλὴν καὶ τὸν] | |
| [δ]ῆμον ἐπιχωρῆσαι τὴν ἀνάθεσιν τῆς φιάλης· ἀγαθῆι τύχηι δεδόχθαι τῆ[ι βουλῆι, τοὺς λαχόντ]- | |
| [α]ς προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα[τίσαι περὶ τούτων, γνώμην δὲ συμβάλλεσθ]- | |
| [αι] τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπικεχω[ρῆσθαι μὲν ἀναθεῖναι τὴν φι]- | |
| 20 | [ά]λην, ἣν κατεσκευάκασιν αἱ παρθένοι τῆι θεῶι· ἐ[παιν]έσαι δὲ τὰς παρθένους [καὶ στεφανῶσ]- |
| [αι] ἑκάστην αὐτῶν θαλ<λ>οῦ στεφάνωι εὐσεβεία[ς ἕνεκε]ν τῆς εἰς τοὺς θ[εοὺς καὶ φιλοτιμίας] | |
| [τ]ῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον, [ἐ]π[ιμεληθῆναι δὲ τῶν στεφάνων τοὺς πατέρας μετὰ τοῦ ἀγων]- | |
| οθέτου τῶν Παναθηναίων Θεμιστοκλέους [— — —] ἀναγράψαι δὲ τὸ[ν γραμματέα τ]- | |
| ὸν κατὰ πρυτανείαν εἰς <σ>τήλην λιθίνην τὸ ψήφισμα καὶ τὰ ὀνόματα [τῶν παρθένων καὶ ἀναθ]- | |
| 25 | εῖναι ἐν ἀκροπόλει παρὰ τὸν ναὸν τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ὅπ[ως ἂν ἦι εὐπαρακολ]- |
| ούθητος ἡ γεγονεῖα ὑπ’ αὐτῶν περὶ ταῦτα σπουδὴ καὶ φιλοπονία. | |
| I.27 | Ἐρεχθεῖδος |
| — —νίκη Αἰσχίνου Κηφισιέως | |
| [Φι]λωτέρα Γηροστράτου Λαμπτρέως | |
| 30 | [Δι]ονυσία Διονυσίου Κηφισιέως |
| — —πη Ὑψικλέους Λαμπτρέως | |
| [Ἄ]νθη Πύρρου Λαμπτρέως | |
| [Ἱ]ερόκλεια Ἀγαθοκλέους ἐκ Κηδῶν | |
| [Ἀ]ριστοδίκη Μικίωνος Κηφισιέως | |
| 35 | — —ικη Πόλλιδος Περγασῆθεν |
| [Λ]υσιστράτη Θεογένου Λαμπτρέως | |
| [Ξε]νοστράτη Ἀγίου Εὐωνυμέως | |
| — —ια Μηνοδότου Λαμπτρέως | |
| Αἰγεῖδος | |
| 40 | [Θε]ὼ Πάτρωνος ἐγ Μυρρινούττης |
| [Ἡ]δίστη Σωσικράτου Φηγαιέως | |
| — — — Θεοδώρου ἐγ Μυρρινούττης | |
| [Ἰ]σιὰς Καλλίου Βατῆθεν | |
| — — — Ἀρίστωνος Ἀγκυλῆθεν | |
| 45 | — — — Σωκλείδου Ὀτρυνέως |
| — —ιας Θράσωνος Ἐρχιέως | |
| — — — — — — | |
| II.27 | Ἀκαμαντίδος |
| Κλεὼ Σωκράτου ἐκ Κεραμέων | |
| Ἀπολλωνία Ἰσομάχου Χολαργέως | |
| 30 | Κλεὼ Νικίου Θορικίου |
| Καλλίκλεια Φορμίωνος Σφηττίου | |
| Διοδώρα Ἀσκλάπου Σφηττίου | |
| Φιλωτέρα Φιλοθέου ἐκ Κεραμέων | |
| Νικομάχη Ἀσκληπιάδου Σφηττίου | |
| 35 | Φιλωτέρα Μικκ[ίωνος] Χολαργέως |
| Πτολεμ[αΐδος] | |
| Παμφίλη Ξενοκλ[είδο]υ Εὐνοστίδου | |
| Ἀριστονίκη Ἑρμο[γένο]υ Φλυέως | |
| Δημονίκη Διονυσοδώρου Ἑκαλῆθεν | |
| 40 | Διονυσία Ἀσκληπιάδου Φλυέως |
| Ἱερόκλεια Διονυσίου Φλυέως | |
| Ἀγαθόκλεια Βιόττου Φλυέως | |
| Μνησὼ Ἀσκληπιάδου Βερενικίδου | |
| Ἰσιὰς Ἀριστομήδου Αἰγιλιέως | |
| 45 | Δημοσστράτη Χαιρεφάνους Ἀφιδναίου |
| Κλεοπάτρα [— — —]δου Βερενικίδου | |
| — — — — — — | |
| III.27 | Ἱπ[ποθωντίδος] |
| — — — — — — | |
| — — — — — — | |
| 30 | — — — — — — |
| — — — — — — | |
| — — — — — — | |
| — — — — — — | |
| Βερενί[κη — — —] | |
| 35 | Ἡδύλη — — — |
| — — — — — — | |
| Ἀσ— — — — — | |
| Μίκκι[ον — — —] | |
| Ἡγησίπ[πη — — —] | |
| 40 | Ἡδίστ[η — — —] |
| [Πανδιονίδος(?)] | |
| Κλεὼ — — — | |
| Θεοδ[ώρα — — —] | |
| 45 | Ἀμε[ινόκλεια — — —] |
| Μνησὼ — — — | |
| Καλλίπ[πη — — —] |