[ ]
Att. — Athens — stoich. 27 — 302/1 BC
1 | [θ]εο[ί]. |
ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆς | |
Ἀκαμαντίδος τετάρτης πρυτανεί- | |
ας ἧι Νίκων Θεοδώρου Πλωθεὺς ἐγρ- | |
5 | αμμάτευεν, Πυανοψιῶνος ἕκτει μ[ε]- |
τ’ εἰκάδας, πέμπτει καὶ εἰκοστῆι τ- | |
ῆς πρυτανείας· ἐκκλησία· τῶν προ[έ]- | |
δρων ἐπεψήφιζεν Εὐθύδικος Κηφ[ι]- | |
σοδώρου Ἀναγυράσιος καὶ συμπρό- | |
10 | εδροι· ἔδοξεν τῶι δήμωι. vv Μέμνων |
Μέδοντος Ἀφιδναῖος εἶπεν· ἐπειδ- | |
ὴ οἱ ταξίαρχοι οἱ ἐπὶ Νικοκλέους | |
ἄρχοντος καλῶς καὶ φιλοτίμως ἐπ- | |
εμελήθησαν τῆς εὐκ[ο]σμίας τῆς ἐν | |
15 | τοῖς ἱεροῖς τῆς Δήμητρος καὶ ἐστ- |
εφάνωσαν αὐτοὺς οἱ ἐπὶ ταῦτα αἱ[ρ]- | |
εθέντες ἐκ τῶν δήμων, ἀγαθῆι τύ[χη]- | |
ι δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι [τ]- | |
οὺς ταξιάρχους καὶ στεφανῶσαι ἕ- | |
20 | καστον αὐτῶν θαλλοῦ στεφάνωι ὑ[π]- |
ὲρ ὧν τὰς εὐθύνας δεδώκασιν, ὅπω[ς] | |
ἂν ὑπόμνημα εἶ τῆς ἐπιμελείας α[ὐ]- | |
τῶν, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α] | |
καὶ τὰ ὀνόματα αὐτῶν πατρόθεν κ[α]- | |
25 | ὶ τοῦ δήμου ἐν στήληι λιθίνηι καὶ |
[στῆ]σαι πρὸς τῶι Ἐλευσινίωι ἐν ἄ[σ]- | |
[τει, εἰς δὲ] τὴν ἀναγραφὴν τῆς στήλ- | |
[ης δοῦναι τὸν] ταμίαν τοῦ δήμου ∶Δ- | |
[ΔΔ∶ δραχμὰς ἐκ τῶ]ν εἰς τὰ κατὰ ψηφ- | |
30 | [ίσματα ἀναλισκομένων τῶι] δήμωι. |