[ ] Att. — Rhamnous — ca. 250 BC — SEG 3.122
cr 1.1 οἱ ἰσοτελεῖς
τὸν στρατηγὸν
Ἀπολλόδωρον
Ἀπολλοδώρου
5 Ὀτρυνέα.
cr 2.1                                  [οἱ ἰ]σοτελεῖς
                                 τὸν ἐπιμελητὴν
                                 Ἔνδιον
                                 Αἰσχέου
5                                  Αἰθαλίδην.
[ἔδοξε τῶν ἰσο]τελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· Τείσανδρος εἶπεν· ἐπει-
[δὴ Ἀπολλόδωρος κ]ατασταθεὶς στρατηγὸς ὑπό τε τοῦ βασιλέως Ἀντιγόνου καὶ
[ὑπὸ τοῦ δήμου] χειροτονηθεὶς ἐπὶ τὴν χώραν τὴν παραλίαν τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ ․c.6․․]ο[․] ἄρχοντος, ἐπιμεμέληται καλῶς καὶ συμφερόντως τῆς τε ἄλ-
10 [λης φρουρᾶς πάσης] καὶ τῶν ἰσοτελῶν ὅπως ἂν ὡς δικαιότατα καὶ τὸ ἴσον ἕκαστος
[λαμβάνωσιν, ἐπε]μελήθη δὲ καὶ τῆς δοκιμασίας ὑπὲρ τῆς ἰσοτελείας ὅπως
[ἂν ὡς τάχιστα] ἐπικυρωθε[ῖ] τοῖς ἐγ Ῥαμνοῦντος ἡ δωρεὰ ἀκολούθως τῆι τοῦ
[βασιλέως προ]αιρέσει, διατελεῖ δὲ καὶ εἰς τὰ ἄλλα χρείας παρεχόμενος καὶ κοι-
[νῆι καὶ ἰδίαι ἑκ]άστωι· ὅπως ἂν οὖν εἰδῶσιν πάντες ὅτι καὶ οἱ ἰσοτελεῖς τοὺς φιλο-
15 τιμ[ουμέν]ους εἴς τε τὸμ βασιλέα Ἀντίγονον καὶ εἰς ἑαυτοὺς τιμῶσιν· ἀγαθῆι
τύχηι· δεδόχθαι τῶν ἰσοτελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· ἐπαινέσαι τὸν
στ[ρα]τηγὸ[ν] Ἀπολλόδωρον Ἀπολλοδώρου Ὀτρυνέα, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι
στε[φ]άνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἴς τε τὸν βασι-
λέα Ἀντίγονον καὶ τῆς εἰς ἑαυτοὺς καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ἀναγράψαι δὲ
20 [τόδ]ε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Διονύσου, ἑλέ-
[σθαι δὲ ἤ]δη ἐξ ἑαυτῶν ἄνδρας τρεῖς οἵτινες ἐπιμελήσονται τῆς τε ἀναγρα-
[φῆς τοῦ ψ]ημίσματος καὶ τῆς ποιήσεως τῆς στήλης, ἐπαινέσαι δὲ καὶ τὸν ἐπι-
[μελητὴν τὸν] κατασταθέντα ὑπὸ τοῦ στρατηγοῦ Ἀπολλοδώρου Ἔνδιον Αἰσχέο[υ]
[Αἰθαλίδην καὶ στεφανῶσαι] αὐτὸν θαλλοῦ στεφάνωι δικαιοσύνης ἕνεκα καὶ εὐ-
25 [νοίας, ἐπαινέσαι δὲ καὶ τὸν πυ]λωρὸν Ὀφέλαν Ὠφελίωνος ἰσοτελῆ καὶ στεφαν[ῶ]-
[σαι αὐτὸν θαλλοῦ στεφάν]ωι· οἵδε εἱρέθησαν· Τείσανδρος, Ἱπποκλ[ῆς, — — —]
— — — — — —
Search Help
Contact Us