[ ]
Att. — Rhamnous — ca. 250 BC — SEG 3.122
| cr 1.1 | οἱ ἰσοτελεῖς |
| τὸν στρατηγὸν | |
| Ἀπολλόδωρον | |
| Ἀπολλοδώρου | |
| 5 | Ὀτρυνέα. |
| cr 2.1 | [οἱ ἰ]σοτελεῖς |
| τὸν ἐπιμελητὴν | |
| Ἔνδιον | |
| Αἰσχέου | |
| 5 | Αἰθαλίδην. |
| [ἔδοξε τῶν ἰσο]τελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· Τείσανδρος εἶπεν· ἐπει- | |
| [δὴ Ἀπολλόδωρος κ]ατασταθεὶς στρατηγὸς ὑπό τε τοῦ βασιλέως Ἀντιγόνου καὶ | |
| [ὑπὸ τοῦ δήμου] χειροτονηθεὶς ἐπὶ τὴν χώραν τὴν παραλίαν τὸν ἐνιαυτὸν τὸν | |
| [ἐπὶ ․c.6․․]ο[․] ἄρχοντος, ἐπιμεμέληται καλῶς καὶ συμφερόντως τῆς τε ἄλ- | |
| 10 | [λης φρουρᾶς πάσης] καὶ τῶν ἰσοτελῶν ὅπως ἂν ὡς δικαιότατα καὶ τὸ ἴσον ἕκαστος |
| [λαμβάνωσιν, ἐπε]μελήθη δὲ καὶ τῆς δοκιμασίας ὑπὲρ τῆς ἰσοτελείας ὅπως | |
| [ἂν ὡς τάχιστα] ἐπικυρωθε[ῖ] τοῖς ἐγ Ῥαμνοῦντος ἡ δωρεὰ ἀκολούθως τῆι τοῦ | |
| [βασιλέως προ]αιρέσει, διατελεῖ δὲ καὶ εἰς τὰ ἄλλα χρείας παρεχόμενος καὶ κοι- | |
| [νῆι καὶ ἰδίαι ἑκ]άστωι· ὅπως ἂν οὖν εἰδῶσιν πάντες ὅτι καὶ οἱ ἰσοτελεῖς τοὺς φιλο- | |
| 15 | τιμ[ουμέν]ους εἴς τε τὸμ βασιλέα Ἀντίγονον καὶ εἰς ἑαυτοὺς τιμῶσιν· ἀγαθῆι |
| τύχηι· δεδόχθαι τῶν ἰσοτελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· ἐπαινέσαι τὸν | |
| στ[ρα]τηγὸ[ν] Ἀπολλόδωρον Ἀπολλοδώρου Ὀτρυνέα, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι | |
| στε[φ]άνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἴς τε τὸν βασι- | |
| λέα Ἀντίγονον καὶ τῆς εἰς ἑαυτοὺς καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ἀναγράψαι δὲ | |
| 20 | [τόδ]ε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Διονύσου, ἑλέ- |
| [σθαι δὲ ἤ]δη ἐξ ἑαυτῶν ἄνδρας τρεῖς οἵτινες ἐπιμελήσονται τῆς τε ἀναγρα- | |
| [φῆς τοῦ ψ]ημίσματος καὶ τῆς ποιήσεως τῆς στήλης, ἐπαινέσαι δὲ καὶ τὸν ἐπι- | |
| [μελητὴν τὸν] κατασταθέντα ὑπὸ τοῦ στρατηγοῦ Ἀπολλοδώρου Ἔνδιον Αἰσχέο[υ] | |
| [Αἰθαλίδην καὶ στεφανῶσαι] αὐτὸν θαλλοῦ στεφάνωι δικαιοσύνης ἕνεκα καὶ εὐ- | |
| 25 | [νοίας, ἐπαινέσαι δὲ καὶ τὸν πυ]λωρὸν Ὀφέλαν Ὠφελίωνος ἰσοτελῆ καὶ στεφαν[ῶ]- |
| [σαι αὐτὸν θαλλοῦ στεφάν]ωι· οἵδε εἱρέθησαν· Τείσανδρος, Ἱπποκλ[ῆς, — — —] | |
| — — — — — — |