frg. a.1 | ἐπὶ Μόλωνος ἄρχοντος. |
συμμαχία Ἀθηναίων καὶ Ἀρκάδων καὶ Ἀχαιῶν καὶ Ἠλ- | |
είων καὶ Φλειασίων· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμ- | |
ωι· Οἰνηῒς ἐπρυτάνευεν, Ἀγάθαρχος Ἀγαθάρχο Ὀῆθε- | |
5 | ν ἐγραμμάτευ[εν], Ξάνθιππος Ἕρμειος ἐπεστάτει, Πε- |
ρίανδρος εἶπεν· εὔξασθαι μὲν τὸγ κήρυκα αὐτίκα μ- | |
άλα τῶι Διὶ τῶι Ὀλυμπίωι καὶ τῆι Ἀθηνᾶι τῆι Πολιά- | |
δι καὶ τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τοῖς δώδεκα [θ]- | |
εοῖς καὶ ταῖς σεμναῖς θεαῖς, ἐὰν συνενείγκηι Ἀ[θη]- | |
10 | ναίων τῶι δήμωι τὰ δόξαντα περὶ τῆς συμμαχία[ς θυ]- |
[σί]αν καὶ πρόσοδον ποιήσασθα[ι] τελουμένων [τούτω]- | |
[ν κα]θότι ἂν τῶι δήμωι δοκῆι· τα[ῦ]τα μὲν ηὖχθ[αι, ἐπει]- | |
[δὴ δ]ὲ οἱ σύμμαχοι δόγμα εἰσήνειγκαν εἰς τ[ὴν βουλ]- | |
[ὴν δ]έχεσθαι τὴν συμμαχίαν καθὰ ἐπαγγέλ[λονται ο]- | |
15 | [ἱ Ἀρ]κάδες καὶ Ἀχαιοὶ καὶ Ἠλεῖοι καὶ Φλε[ιάσιοι κα]- |
[ὶ ἡ βο]υλὴ πρὀβούλευσεν κατὰ ταὐτά, δεδό[χθαι τῶι δ]- | |
[ήμωι εἶ]ναι συμμάχους τύχηι ἀγαθ[ῆι τοῦ δήμου εἰς] | |
[τὸν ἀεὶ] χρόνον Ἀθηνα[ίων τὸν δῆμον καὶ τοὺς συμμά]- | |
[χος καὶ Ἀ]ρκάδ[ας καὶ Ἀχαιοὺς καὶ Ἠλείους καὶ Φλει]- | |
19a | [ασίους· — — — — — — — — — — — — — — — — — — — — — —] |
frg. b.20 | [․․ δ]ὲ Ἀχ[αι — — — — — — — — — — — — — —] |
․․αν τὴν — — — — — — — — — — — — — — — | |
[πό]λεων μη — — — — — — — — — — — — — — | |
․․εραν μηδὲ — — — — — — — — — — — — — | |
․․ ἐν τῆι στήλ[ηι ταύτηι. ἐὰν δέ τις ἴηι ἐπὶ τὴν Ἀττι]- | |
25 | [κὴ]ν ἢ τὸν δῆμον [καταλύηι τὸν Ἀθηναίων ἢ τύραννον] |
[κα]θιστῆι ἢ ὀλι[γαρχίαν, βοηθεῖν Ἀρκάδας καὶ Ἀχαι]- | |
[ος] καὶ Ἠλείους κ[αὶ Φλειασίους Ἀθηναίοις παντὶ σ]- | |
[θε]νει καθότι ἂν [ἐπαγγέλλωσιν Ἀθηναίοι κατὰ τὸ δ]- | |
[υν]ατόν· καὶ ἐάν [τις ἴηι ἐπὶ ταύτας τὰς πόλεις ἢ τὸν] | |
30 | δῆμον καταλύε[ι τὸν Φλειασίων ἢ ἐὰν τὴν πολιτεία]- |
ν τὴν Ἀχαιῶν ἢ τ[ὴν Ἀρκάδων ἢ τὴν Ἠλείων καταλύηι ἢ] | |
μεθιστῆι ἢ φυγα[δεύηι τινάς, βοηθεῖν Ἀθηναίους τ]- | |
ούτοις παντὶ σθ[ένει καθότι ἂν ἐπαγγέλλωσιν οἱ ἀ]- | |
δικούμενοι κατ[ὰ τὸ δυνατὸν. ἡγεμονίαν δὲ ἔχειν ἐ]- | |
35 | ν τῆι αὑτῶν ἑκά[στους· ἐὰν δέ τις ἄλλο δοκῆι ἁπάσαις] |
[τ]αῖς πόλεσι πρ[οσθεῖναι, ὅτι ἂν δόξηι, εὔορκον εἶν]- | |
αι. ὀμόσαι δ’ [ἐν ἑκάστηι πόλει τὰ μέγιστα τέλη Πελο]- | |
ποννησίων, [τῶν δ’ Ἀθηναίων τοὺς στρατηγοὺς καὶ το]- | |
ὺς ταξιάρ[χους καὶ τοὺς ἱππάρχους καὶ τοὺς φυλάρ]- | |
40 | χους καὶ τ[οὺς ἱππέας] — — — — — — — — — — |
#⁷#⁷#⁷․#⁷ |
IG II²
112