[ ] Att. — stoich. 40 — 362/1
See also:
frg. a.1          ἐπὶ Μόλωνος ἄρχοντος.
συμμαχία Ἀθηναίων καὶ Ἀρκάδων καὶ Ἀχαιῶν καὶ Ἠλ-
είων καὶ Φλειασίων· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμ-
ωι· Οἰνηῒς ἐπρυτάνευεν, Ἀγάθαρχος Ἀγαθάρχο Ὀῆθε-
5 ν ἐγραμμάτευ[εν], Ξάνθιππος Ἕρμειος ἐπεστάτει, Πε-
ρίανδρος εἶπεν· εὔξασθαι μὲν τὸγ κήρυκα αὐτίκα μ-
άλα τῶι Διὶ τῶι Ὀλυμπίωι καὶ τῆι Ἀθηνᾶι τῆι Πολιά-
δι καὶ τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τοῖς δώδεκα [θ]-
εοῖς καὶ ταῖς σεμναῖς θεαῖς, ἐὰν συνενείγκηι Ἀ[θη]-
10 ναίων τῶι δήμωι τὰ δόξαντα περὶ τῆς συμμαχία[ς θυ]-
[σί]αν καὶ πρόσοδον ποιήσασθα[ι] τελουμένων [τούτω]-
[ν κα]θότι ἂν τῶι δήμωι δοκῆι· τα[ῦ]τα μὲν ηὖχθ[αι, ἐπει]-
[δὴ δ]ὲ οἱ σύμμαχοι δόγμα εἰσήνειγκαν εἰς τ[ὴν βουλ]-
[ὴν δ]έχεσθαι τὴν συμμαχίαν καθὰ ἐπαγγέλ[λονται ο]-
15 [ἱ Ἀρ]κάδες καὶ Ἀχαιοὶ καὶ Ἠλεῖοι καὶ Φλε[ιάσιοι κα]-
[ὶ ἡ βο]υλὴ πρὀβούλευσεν κατὰ ταὐτά, δεδό[χθαι τῶι δ]-
[ήμωι εἶ]ναι συμμάχους τύχηι ἀγαθ[ῆι τοῦ δήμου εἰς]
[τὸν ἀεὶ] χρόνον Ἀθηνα[ίων τὸν δῆμον καὶ τοὺς συμμά]-
[χος καὶ Ἀ]ρκάδ[ας καὶ Ἀχαιοὺς καὶ Ἠλείους καὶ Φλει]-
19a [ασίους· — — — — — — — — — — — — — — — — — — — — — —]
frg. b.20 [․․ δ]ὲ Ἀχ[αι — — — — — — — — — — — — — —]
․․αν τὴν — — — — — — — — — — — — — — —
[πό]λεων μη — — — — — — — — — — — — — —
․․εραν μηδὲ — — — — — — — — — — — — —
․․ ἐν τῆι στήλ[ηι ταύτηι. ἐὰν δέ τις ἴηι ἐπὶ τὴν Ἀττι]-
25 [κὴ]ν ἢ τὸν δῆμον [καταλύηι τὸν Ἀθηναίων ἢ τύραννον]
[κα]θιστῆι ἢ ὀλι[γαρχίαν, βοηθεῖν Ἀρκάδας καὶ Ἀχαι]-
[ος] καὶ Ἠλείους κ[αὶ Φλειασίους Ἀθηναίοις παντὶ σ]-
[θε]νει καθότι ἂν [ἐπαγγέλλωσιν Ἀθηναίοι κατὰ τὸ δ]-
[υν]ατόν· καὶ ἐάν [τις ἴηι ἐπὶ ταύτας τὰς πόλεις ἢ τὸν]
30 δῆμον καταλύε[ι τὸν Φλειασίων ἢ ἐὰν τὴν πολιτεία]-
ν τὴν Ἀχαιῶν ἢ τ[ὴν Ἀρκάδων ἢ τὴν Ἠλείων καταλύηι ἢ]
μεθιστῆι ἢ φυγα[δεύηι τινάς, βοηθεῖν Ἀθηναίους τ]-
ούτοις παντὶ σθ[ένει καθότι ἂν ἐπαγγέλλωσιν οἱ ἀ]-
δικούμενοι κατ[ὰ τὸ δυνατὸν. ἡγεμονίαν δὲ ἔχειν ἐ]-
35 ν τῆι αὑτῶν ἑκά[στους· ἐὰν δέ τις ἄλλο δοκῆι ἁπάσαις]
[τ]αῖς πόλεσι πρ[οσθεῖναι, ὅτι ἂν δόξηι, εὔορκον εἶν]-
αι. ὀμόσαι δ’ [ἐν ἑκάστηι πόλει τὰ μέγιστα τέλη Πελο]-
ποννησίων, [τῶν δ’ Ἀθηναίων τοὺς στρατηγοὺς καὶ το]-
ὺς ταξιάρ[χους καὶ τοὺς ἱππάρχους καὶ τοὺς φυλάρ]-
40 χους καὶ τ[οὺς ἱππέας] — — — — — — — — — —
#⁷#⁷#⁷․#⁷
Search Help
Contact Us