[ ]
Att. — Athens: Agora — stoich. c. 27 — 272/1 a. — Hesp. 26.1957.54,11 — SEG 16.63
See also:
| 1 | θεοί. |
| ἐπὶ Λυσιθείδου ἄρχοντος ἐπὶ τῆς | |
| Κεκροπίδος δωδεκάτης πρυτανεί- | |
| ας εἷ Σημωνίδης Τιμησίου Σουνιε(ὺς) | |
| 5 | ἐγραμμάτευε· Σκιροφοριῶνος ἑν- |
| δεκάτει, ἑνδεκάτει τῆς πρυτανεί- | |
| [α]ς· ἐκκλησία· τῶν προέδρων ἐπεψήφι- | |
| [ζ]εν Ἀντιδώτης Σπουδίου Πλωθεὺς | |
| καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι· | |
| 10 | Προμένης Προμένου Κεφαλῆθεν εἶ- |
| πεν· ἐπειδὴ οἱ κεχειροτονημένοι | |
| ὑπὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν | |
| τῆς θυσίας καλῶς καὶ φιλοτίμως ἔ- | |
| [θυ]σ̣αν μετὰ τοῦ ἱερέως τῶι τε Διὶ τῶι | |
| 15 | [Σωτῆρι κ]α̣ὶ τεῖ Ἀθηνᾶι τεῖ Σωτείραι, |
| [ἐπεμελήθησα]ν̣ δὲ καὶ τῆς πομπῆς | |
| [καὶ τῆς στρώσεως τ]ῆς κ<λ>ίνης καὶ | |
| [τῆς ἐπικοσμήσεως τῆ]ς̣ τραπέ̣[ζης] | |
| [— — — — — — — — — — — — — — — —] |