[ ] Att. — Athens: Agora — stoich. 28-29 — 319/8 a. — Hesp. 9.1940.345,44 — Osborne, Nat.I.D29 — SEG 21.310; 25.73
1               θεοί.
    πολιτεία Αἰνήτωι Ῥοδίωι·
ἀναγραφεὺς Εὔκαδμος Ἀνακαιεύς· v
ἐπὶ Ἀπολλοδώρου ἄρχοντος ἐπὶ τῆς
5 [․․․]ντίδος τετάρτης πρυτανείας· Μ-
[αιμα]κ̣τηριῶνος ἑνδεκάτει, μιᾶι καὶ
[εἰκοσ]τεῖ τῆς πρυτανείας· ἐκκλησί-
[α κυρία]· τῶμ προέδρων ἐπεψήφιζεν Ε-
[․․6․․․] Ἁλαιεύς· ἔδοξεν τῆι βουλῆι
10 [καὶ τῶι] δήμωι· {²vacat}²
[․․5․․κρ]άτης Κτήσωνος ἐκ Κεραμέων
[εἶπεν· ἀγ]αθῆι τύχηι τῆς βουλῆς καὶ τ-
[οῦ δήμου] τοῦ Ἀθηναίων, ἐπειδὴ Αἴνητ-
[ος Δαήμ]ο̣νος Ῥόδιος πρότερόν τε διε-
15 [τέλει τ]ὰ βέ[λτ]ιστα̣ ἐπιτηδε[ύ]ων Ἀθήν-
[ησιν ἀ]ποδημήσας τε μετ’ Ἀλεξάνδρου
τοῦ̣ βασιλέως εἰς τὴν Ἀσίαν διεπολέ-
μησε τὸν πόλεμον καλῶς καὶ ἐνδ̣ό̣ξ̣[ως]
καὶ διὰ τὰς εὐεργεσ[ίας ․․․․10․․․․]
20 ΔΟΜΗ[․]Α̣[․]ΤΟΗ̣Κ̣Ο̣Ι̣[․․․8․․․․] ἐπήινε[σέ]-
ν τε καὶ ἐστεφά[νωσεν [․․․․․12․․․․․]
[․]α τούτου περι[․]θ̣[․․․․․․15․․․․․․․]
ουπ[․․․7․․․]τ̣[․․]υ̣[․․․․․․15․․․․․․․]
τοῦ δ[ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τῆ]-
25 ι βουλῆ[ι τοὺς προέδρους οἳ ἂν λάχωσ]-
ι προεδ[ρεύειν ἐν τῆι πρώτηι ἐκκλησ]-
[α]ι χ[ρηματίσαι περὶ ․․․․․12․․․․․]
Ι̣ΤΙ̣ΜΝ̣Ο̣Ν̣[․․]Υ̣[․․․], γ̣ν̣ώ̣μ̣η̣ν̣ [δὲ ξυμβάλλεσ]-
θαι τῆς [β]ουλῆς εἰς τὸν δῆμον ὅ[τι] δ̣ο̣κ̣-
30 εῖ τῆι β[ο]υλῆι ἐπαινέσαι Αἴν[η]τον Δα-
ήμονος [Ῥ]όδιον καὶ στεφανῶσαι χρυσ-
ῶι στεφ[ά]νωι ἀπὸ ∶Χ∶ δραχμῶν ἀρετῆς
ἕνεκα κα̣ὶ εὐνοίας τῆς περὶ τὸν δῆμο-
ν τὸν Ἀθη̣ναίων· εἶναι δὲ Αἴνητον Δαή-
35 μονος Ἀθ̣ηναῖον αὐ̣τὸγ καὶ ἐγγόνους,
καὶ γράψασθαι αὐτὸν φυλῆς καὶ δήμο-
υ καὶ φρατρίας ἧς ἂν βούληται κατ[ὰ τ]-
ὸν νόμον, τοὺς δὲ πρυτάνεις δοῦν[αι π]-
ερὶ αὐτοῦ τὴμ ψῆφον εἰς τὴμ π[ρώτην ἐ]-
40 κκλησίαν ὅπως ἂν καὶ οἱ ἄλλ[οι πάντε]-
[ς] φιλοτιμῶνται ποιεῖν ἀγ[αθὸν ὅτι ἂν]
ἕκ̣[α]σ[τ]ος δύνηται τὸν [δῆμον· ἀναγράψ]-
αι [δ]ὲ τόδε τ[ὸ ψ]ή̣φ̣ι̣σ̣[μα ἐν στήληι λιθίν]
[ηι — — — — — — — — — — — — — — — — — — —]
45 [— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us