[ ]
Att. — Athens: Agora — stoich. 36 — 337/6 a. — Hesp. 21.1952.355,5 — Schwenk 33,6 — SEG 12.87; 39.80
See also:
1 | ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος ἐν- |
άτης πρυτανείας ἧι Χαιρέστρατος Ἀμεινίου | |
Ἀχαρνεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή- | |
φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ- | |
5 | τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τοῖς νομοθέται- | |
ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι | |
ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ- | |
ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν | |
10 | καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο- |
κτείνηι ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ- | |
τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου Πάγου καταλ- | |
ελυ<μ>ένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ- | |
ήνησιν ἀνιέναι εἰς Ἄρειον Πάγον μηδὲ συνκα- | |
15 | θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη- |
δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ- | |
ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ- | |
ν βουλευτῶν τῶν ἐξ Ἀρείου Πάγου εἰς Ἄρειον Π- | |
άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη- | |
20 | ι περί τινος ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος |
τὸ ἐξ ἐκείνου, καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ | |
καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν- | |
δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ- | |
ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ- | |
25 | ῆς εἰσόδου τῆς εἰς Ἄρειον Πάγον τῆς εἰς τὸ βο- |
υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία- | |
ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν | |
δοῦναι τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη- | |
φίσματα ἀναλισκομένων τῶι δήμωι. {²vacat}² | |
30 | {²vacat}² |