[ ] Att. — Athens: Agora — 190/89
See also:
1 ἐπὶ Δημητρίου ἄρχοντος ἐπὶ τ̣[ῆς Ἀντιοχίδος ἐνάτης πρυτα]-
νείας· Ἐλαφηβολιῶνος ὀγδόει μετ’ ε̣[ἰκάδας, κατὰ θεὸν δὲ]
τετράδι μετ’ εἰκάδας, ὀγδόει καὶ εἰκοσ[τεῖ τῆς πρυτανεί]-
ας· ἐκκλησία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐ̣[πεψήφιζεν Σέ]-
5 λευκος Μενεκλέους Κολλυτεὺς καὶ συμ[πρόεδροι· Σώπατρος]
Κάλλωνος Φαληρεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ[γέλλουσιν οἱ πρυ]-
τάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν θυσιῶ̣[ν ὧν ἔθυον τὰ πρὸ]
τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προ[στατηρίωι καὶ τεῖ Ἀρ]-
τέμιδι τεῖ Βουλαίαι καὶ τῶι Διὶ τῶι Κτη̣[σίωι μετὰ τοῦ ἱερέως αὐ]-
10 τοῦ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτρι[ον ἦν· ἀγαθεῖ τύχει]
δεδόχθαι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δ̣[έχεσθαι τὰ ἐν τοῖς ἱεροῖς]
οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρία̣[ι τῆς τε βουλῆς καὶ τοῦ]
δήμου καὶ τῶν συμμάχων, ἐπ̣[ειδὴ δὲ οἱ πρυτάνεις τάς]
τε θυσίας ἔθυσαν ἁπάσας [ὅσαι καθῆκον ἐν τεῖ πρυ]-
15 τανείαι καλῶς καὶ φιλο[τίμως, v ἐπεμελήθησαν δὲ]
καὶ τῆς συλλογῆς τῆς τ̣[ε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν]
ἄλλων ὧν αὐτοῖς προσέ̣[ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ]-
ματα τοῦ δήμου, ἐπαι[νέσαι τοὺς πρυτάνεις τῆς Ἀντιο]-
χίδος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ]
20 τὸν νόμον εὐσεβε[ίας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ]
φιλοτιμίας τῆς [εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθη]-
ναίων· ἐπαινέσ[αι δὲ καὶ τὸν ταμίαν τῆς φυλῆς — c.8 —]
Εὐκλέ[ο]υ̣ς Ἀλ̣[ωπεκῆθεν καὶ στεφανῶσαι κατὰ τὸν νόμον]·
ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]-
25 τὰ πρυτ[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι]
πρυτα[νικῶι· μερίσαι δὲ τὸν ἐπὶ τεῖ διοικήσει εἰς]
τὴν ἀν̣[αγραφὴν καὶ ποίησιν τῆς στήλης τὸ γενόμε]-
ν̣ον ἀ[νάλωμα].
 vacat
Search Help
Contact Us