[ ] Att. — Athens: Agora — 226/5
See also:
1 [ἐ]πὶ Ἐργοχάρου ἄρχοντ[ος ἐπὶ τῆς Αἰαντίδος τετάρτης πρυτανείας]
ἧι Ζωΐλος Διφίλου Ἀλωπ[εκῆθεν ἐγραμμάτευεν· Πυανοψιῶνος]
ὀγδόει ἱσταμένου, δευτ[έραι καὶ τριακοστεῖ τῆς πρυτανείας· ἐκκλησί]-
α ἐν τῶι θεάτρωι· τῶν προέδ[ρων ἐπεψήφιζεν — — c.15 — — Φα]-
5 ληρεὺς καὶ συμπρόεδροι· ἔδ[οξεν τῶι δήμωι vacat — — — — — — —]
Μενεκλέους Ἀφιδναῖος εἶπ[εν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις]
τῆς Αἰαντίδος ὑπὲρ τῶν ἱερ[ῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε]
Ἀπόλλωνι τῶι Προστατηρί[ωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς]
ἄλλοις θεοῖς οἷς πάτριον [ἦν, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς]
10 βουλῆς καὶ τοῦ δήμου καὶ τ[ῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον οἵ]
τε νόμοι καὶ τὰ ψηφίσματ[α τοῦ δήμου, ἐπαινέσαι τοὺς πρυτάνεις]
τῆς Αἰαντίδος καὶ στεφ[ανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσε]-
βείας ἕνεκα τῆς πρὸς το[ὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ]
τὸν δῆμον τὸν Ἀθηναί̣[ων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]-
15 τέα τὸν κατὰ πρυτ[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανι]-
κῶι· εἰς δὲ τὴν ἀ[ναγραφὴν τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει]
τὸ γενόμενο[ν ἀνάλωμα.          vacat                              ]
  vacat
Search Help