| 1 | ἐπὶ Λεωχάρου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος [v] |
| δευτέρας πρυτανείας ἧι Θεοκρίσιος Πασίω[%⁸⁰]- | |
| νος ἐξ Οἴου ἐγραμμάτευεν, Ἑκατονβαιῶνος [ὑσ]- | |
| τέρου ἕκ{κ}τει {²⁶ἕκτει}²⁶ μετ’ εἰκάδας ἐμβολίμωι, μιᾶ̣ι | |
| 5 | καὶ τριακοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν |
| τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ν%⁸⁰ί[%⁸⁰%⁸⁰]- | |
| κων Νίκωνος Ἐροιάδης καὶ συμπρόεδροι v ἔ[δο]- | |
| ξεν τῶι δήμωι· Χάρης Εὐχαρίστου Ἀφιδναῖ[ος v] | |
| εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάν〚ει[ς] v〛 | |
| 10 | τῆς Κεκροπίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ̣ [v] |
| πρὸ τῶν v ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προσ- | |
| στατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ | |
| τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν· ἀγαθεῖ τύ%⁸⁰- | |
| χει δεδόχθαι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δέχεσθαι | |
| 15 | τὰ γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιεί- |
| αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου· ἐπει- | |
| δὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας ἔθυσαν ἁπάσα[ς] | |
| ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι- | |
| λοτίμως, ἐπιμεμέληνται δὲ καὶ τῆς συνλογῆς | |
| 20 | τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπά[ν]- |
| των ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τ[ὰ] | |
| ψηφίσματα τοῦ δήμου· ἐπαινέσαι τοὺς πρυτ[ά%⁸⁰]- | |
| νεις τῆς Κεκροπίδος καὶ στεφανῶσαι χρυσ[ῶι] | |
| στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκεν [τῆς] | |
| 25 | πρ〚ὸς τοὺ〛ς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν [βου]- |
| λὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δ[ὲ v] | |
| τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ π[ρυτα]- | |
| νείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι [πρυ]- | |
| τανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης μ[ερί]- | |
| 30 | [σα]ι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνά[λωμα] |
| col. I.31 | [ἡ βο]υλή, ὁ δῆ- |
| [μος] τὸν | |
| [αἱρεθέντα τῶι] ἥρωι | |
| [ταμίαν — — — —] Φλ- | |
| 35 | [υέα] |
| col. II.36 | ἡ βουλή |
| ὁ δῆμος | |
| τοὺς πρυτά- | |
| νεις | |
| col. III.40 | ἡ βουλή, ὁ δῆ- |
| μος τὸν τα- | |
| μίαν τῆς β- | |
| ουλῆς Πυθό- | |
| δωρον Ἐρχι- | |
| 45 | έα |
| [Ἑκατομβαιῶνος ὑστέρου πέμπτ]ει μετ’ εἰ[κάδας] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| lacuna |
Agora XV
120