| 1 | [ἐ]πὶ Ἐργοχάρου ἄρχοντ[ος ἐπὶ τῆς Αἰαντίδος τετάρτης πρυτανείας] |
| ἧι Ζωΐλος Διφίλου Ἀλωπ[εκῆθεν ἐγραμμάτευεν· Πυανοψιῶνος] | |
| ὀγδόει ἱσταμένου, δευτ[έραι καὶ τριακοστεῖ τῆς πρυτανείας· ἐκκλησί]- | |
| α ἐν τῶι θεάτρωι· τῶν προέδ[ρων ἐπεψήφιζεν — — c.15 — — Φα]- | |
| 5 | ληρεὺς καὶ συμπρόεδροι· ἔδ[οξεν τῶι δήμωι vacat — — — — — — —] |
| Μενεκλέους Ἀφιδναῖος εἶπ[εν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις] | |
| τῆς Αἰαντίδος ὑπὲρ τῶν ἱερ[ῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε] | |
| Ἀπόλλωνι τῶι Προστατηρί[ωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς] | |
| ἄλλοις θεοῖς οἷς πάτριον [ἦν, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς] | |
| 10 | βουλῆς καὶ τοῦ δήμου καὶ τ[ῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον οἵ] |
| τε νόμοι καὶ τὰ ψηφίσματ[α τοῦ δήμου, ἐπαινέσαι τοὺς πρυτάνεις] | |
| τῆς Αἰαντίδος καὶ στεφ[ανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσε]- | |
| βείας ἕνεκα τῆς πρὸς το[ὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ] | |
| τὸν δῆμον τὸν Ἀθηναί̣[ων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]- | |
| 15 | τέα τὸν κατὰ πρυτ[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανι]- |
| κῶι· εἰς δὲ τὴν ἀ[ναγραφὴν τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει] | |
| τὸ γενόμενο[ν ἀνάλωμα. vacat ] | |
| vacat |
Agora XV
121