[ ]
Att. — Rhamnous — aft. 216-215 BC — PAAH 1991[1994].33,7
| 1 | [Δ]ημοκλῆς v Ζμικύθου v Εὐπυρίδης εἶπεν· ἐπειδὴ v Ἀντισθένης |
| [ἐν] παντὶ καιρῶι διατελεῖ φιλοτιμούμενος εἰς τὴν βουλὴν καὶ v | |
| [τὸ]ν δῆμον καὶ πρὸς τοὺς τεταγμένους Ἀθηναίων ἐν Ῥα%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰- | |
| [μ]ν̣οῦντι, καὶ διδοὺς ἑαυτὸν ἀπροφασίστως εἰς τὰς πρεσβεί%⁸⁰- | |
| 5 | [α]ς καὶ τὰς λοιπὰς λειτουργίας εἰς ὅσας αὐτὸν ὁ δῆμος προχειρί- |
| [ζε]ται, πολ<λ>ὰ τῶν χρησίμων ὠικονόμηκεν τεῖ πόλει, κατα- | |
| [στ]α̣θεὶς δὲ καὶ ταμίας στρατιωτικῶν εἰς τὸν ἐνιαυτὸν τὸν | |
| [ἐπὶ Ἁ]γνίου ἄρχοντος ἐμέριζεν ταῖς τε λοιπαῖς δυνάμεσιν κα- | |
| [λῶς ἀ]νὰ τὸ γινόμενον ὀψώνιον καθάπερ αὐτῶι προσέτατ- | |
| 10 | [τον οἱ] νόμοι καὶ τὰ ψηφίσματα, καὶ Ἀθηναίων τοῖς τεταγμέ%⁸⁰%⁸⁰- |
| [νοις ἐ]ν Ῥαμνοῦντι πρὸς πάντας φιλότιμον ἑαυτὸν παρασκευ- | |
| [άζω]ν, ὅπως ἂν οὖν καὶ Ἀθηναίων οἱ τεταγμένοι ἐν Ῥαμνοῦντι | |
| [φαί]νωνται χάριν ἀποδιδόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμου%⁸⁰- | |
| [μ]ένοις. ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς τεταγμένοις | |
| 15 | [ἐν] Ῥαμνοῦντι ἐπαινέσαι Ἀντισθένην v Ἡλιοδώρου Διομέα |
| [καὶ] στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλο%⁸⁰- | |
| [τιμία]ς ἣν ἔχων διατελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον καὶ | |
| [Ἀθη]ναίων τοὺς τεταγμένους ἐν Ῥαμνοῦντι· τῆς δὲ ποιήσεω[ς] | |
| [τοῦ] στεφάνου ἐπιμεληθῆναι τοὺς αἱρεθέντας καὶ ἀναγρά%⁸⁰- | |
| 20 | [ψαι] τ̣όδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐ%⁸⁰%⁸⁰- |
| [το]ῖς φαίνηται, τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· | |
| [οἵδ]ε εἱρέθησαν v Δημοκλῆς v Εὐπυρίδης, v Ἀντιφάνης v ἐξ Οἴου, | |
| [Τι]μοκράτης v Οἰῆθεν, vv Πειθαγόρας v Ἁλαιεύς. {²vacat}² | |
| Ἀθηναίων οἱ στρα- | |
| 25 | τευόμενοι Ῥαμνοῦντι |
| Ἀντισθένην |