[ ] Kos Isl. — Halasarna (Kardamaina) — mid-2nd c. BC — Chiron 28 (1998) 96, 3
See also:
                                               {²vacat 0,02
1 [ἐπὶ μονάρχου — — — —, μηνὸς Γ]ε̣ραστ̣ί-
[ου — — — — —, — — — — —]ς̣ Αἰσχυλίνου
[εἶπεν· ἐπειδὴ — — — — —]ς̣ Πα[ρ]μενίσκου το[ῦ]
[— — — — — — — ἀποστα]λεὶς δικασταγωγὸς ποτ̣[ὶ]
5 [Ἀλινδεῖς οἰκείο]ς καὶ εὔνος ὑπάρχοντας τοῦ δά̣-
[μου, ἐπελ]θ̣ὼν παρ’ αὐτοῖς ἐπί τε τὰν βουλὰν
[καὶ τὰν ἐκκ]λησίαν καὶ ποιησάμενος τοὺς κατ̣ὰ̣
[μέρος λόγο]υς μετὰ πάσας φιλοτιμίας καὶ ἐκτε̣-
[νείας παρε]σ̣τάσατο τᾶι πόλει δόμεν δικαστὰς δ[ύ]-
10 [ο καὶ γραμμ]α̣τῆ ἄνδρας καλοὺς καὶ ἀγαθοὺς κ̣α̣[ὶ]
[πιστευομέν]ους παρ’ αὐτοῖς τάν τε ἄλλαν ἐπιδ[α]-
[μίαν ἐποιήσ]α̣το ἀξίως ἀμφοτέραν τᾶν πολίων, ὑ-
[πὲρ ὧν ἁπάν]τ̣ων διαμεμαρτυρήκαντι Ἀλινδεῖς δ[ι]-
[ὰ τᾶς δοθείσ]α̣ς αὐτῶι ἀποκρίσιος· παραλαβών τε
15 [τὸς ἄνδρας] κ̣αὶ παραγενόμενος ἐς τὰν πόλιν πᾶ-
[σαν κακοπα]θ̣ίαν καὶ ἐπιμέλειαν πεποίηται προσκαρ̣-
[τερήσας καὶ] τῶι δικαστοφυλακίωι ἐκτενῶς κα̣ὶ̣ δ̣[ι]-
[καίως καὶ ἀ]κ̣ολούθως τῶι ὅρκωι ἕως οὗ διεξαχ[θῆ]-
[μεν τά τε δ]αμόσια καὶ ἰδιωτικὰ συμβόλαια, [δι]-
20 [αφυλάξας ἴσ]ω̣ς καὶ δικαίως καὶ μισοπονήρως̣
[πᾶσι τὰν ἐνχε]ιρισθεῖσαν αὐτῶι πίστιν ὑπὸ τοῦ̣
[σύμπαντος δάμο]υ, vac. δαπάνας τε ποταναδέδεκτα̣[ι]
[ἐκ τῶν ἰδίων ἔς τε] τὰν παρουσίαν αὐτῶν καὶ ἐν̣
[ταῖς δαμοτελέσιν δ]ὲ ἑορταῖς ἀποστολὰς ποιεύ̣-
25 [μενος κατὰ τὸς ἁρμό]ζοντας ἀεὶ καιρὸς ἕνεκεν
[τοῦ κοινᾶι συμφέροντο]ς· ὅπως οὖν καὶ ὁ δᾶμος εὐ-
[χαρίστως ἀπαντῶν φαίνητ]α̣ι̣ τοῖς ἀγαθοῖς τῶν ἀν-
[δρῶν, τοί τε ἄλλοι θεωρεῦντες] τ̣ὰ̣ν̣ εὐχαριστίαν
[τοῦ πλήθευς πολὺ προθυμότερον ἐπιδιδῶ]ντι ἑ-
30 [αυτοὺς ἐς πάντα τὰ συμφέροντα τᾶι πόλει, — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us